Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος»

Ἰωάννης ὁ Χρυσόστομος

Η αληθινή κοσμιότητα, η καταδίκη της πολυτέλειας και η μέλλουσα κρίση

Αυστηρός έλεγχος της πολυτέλειας στα ενδύματα και των κοσμικών ηθών. Προειδοποίηση για την τελική κρίση, με παραδείγματα από τον πλούσιο και τον Λάζαρο και την αβραμιαία παράδοση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 8

Ἴδε ἡ Σάῤῥα, ἴδε ἡ πλουσία ἐφύρασε τρία μέτρα σεμιδάλεως. Πόσος ὁ πόνος; Ἀλλ᾽ οὐκ ᾔσθετο πόνου διὰ τὴν ἐλπίδα τοῦ καρποῦ καὶ τοῦ κέρδους. Σπεῦσον, φύρασον τρία μέτρα σεμιδάλεως. Τί ποιεῖς; καλλωπίζῃ, γύναι; Ἵνα τίνι ἀρέσῃς;

Τῷ ἀνδρί; Κακὴ μελέτη, εἰ οὕτω μέλλεις ἀρέσκειν τῷ ἀνδρὶ, εἰ οὕτω σπεύδεις ἀρέσκειν σου τῷ ἀνδρί. Πῶς οὖν ἀρέσω; Τῇ σωφροσύνῃ. Ἀλλὰ πῶς ἀρέσω; Τῇ ἐπιεικείᾳ, τῇ φιλοσοφίᾳ, τῇ πραΰτητι καὶ τῇ ἀγάπῃ, τῇ ὁμονοίᾳ καὶ τῇ συμφωνίᾳ. Ταῦτά σου τὰ κόσμια, γύναι. Αὗταί σου αἱ ἀρεταὶ ὁμόνοιαν ἐργάζονται· ἐκεῖνα τὰ κόσμια ἀρέσκειν οὐ ποιεῖ, ἀλλὰ καὶ τῷ ἀνδρί σε φορτικὴν παρασκευάζει γίνεσθαι.

Ὅταν γὰρ εἴπῃς, Ἅρπασον καὶ φέρε μοι, ἐν ὀλίγῳ μὲν σὺ ἀρέσκεις, ὕστερον δὲ πολέμιον ἔχεις. Ἵνα δὲ μάθῃς, ὅτι οὐκ ἀνδρὶ ἀρέσκεις· ἐν τῇ οἰκίᾳ γὰρ αὐτὰ ἀποτίθεσαι, καὶ ἐν τῇ ἐκκλησίᾳ αὐτὰ περιβάλλῃ· εἰ τῷ ἀνδρὶ ἤρεσκες, ἐν τῇ οἰκίᾳ ἂν αὐτὰ ἐφόρεις. Ἀλλ᾽ ὅπερ εἶπον, εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν, κεχρυσωμένη τὰς χεῖρας καὶ τὸν τράχηλον. Ἐὰν ἔλθῃ Παῦλος, ὁ φοβερὸς ἐκεῖνος καὶ ποθεινὸς, φοβερὸς τοῖς ἁμαρτάνουσι, καὶ ποθεινὸς τοῖς εὐσεβοῦσι, βοᾷ καὶ λέγει ὡσαύτως· Τὰς γυναῖκας κοσμεῖν ἑαυτὰς χρὴ, μὴ ἐν χρυσῷ, μὴ ἐν μαργαρίταις, μὴ ἐν ἱματισμῷ πολυτελεῖ. Εἶτα ἂν εἰσέλθῃ ὁ Ἕλλην, καὶ ἴδῃ ἄνω μὲν φορούσας ταῦτα ἐκείνας, κάτω δὲ Παῦλον ταῦτα λέγοντα, οὐκ ἐρεῖ, ὅτι σκηνὴ καὶ μῦθος ταῦτά ἐστιν;

Οὐκ ἔστι μὲν σκηνὴ τὰ ἡμέτερα, κἂν οὕτω ταῦτα γίνηται. Ὁ δὲ Ἕλλην βλάπτεται, καὶ λέγει· Εἰσῆλθον εἰς ἐκκλησίαν Χριστιανῶν, καὶ ἤκουσα τοῦ Παύλου λέγοντος, Μὴ ἐν χρυσῷ, μηδὲ ἐν μαργαρίταις, τὴν δὲ διὰ τῶν ἔργων ἐναντία ἐπιδεικνυμένην.

ϛʹ. Τί σοι ὄφελος τοῦ χρυσίου, γύναι; Ἵνα καλὴ φαίνῃ καὶ ὡραία; Ἀλλ᾽ οὐδέν σοι τοῦτο εἰς τὸ κάλλος τῆς ψυχῆς συντελεῖ. Γενοῦ τὴν ψυχὴν εὔμορφος, καὶ ἔσῃ καὶ τὸ σῶμα ποθεινή. Σοφία ἀνθρώπου φωτιεῖ τὸ πρόσωπον αὐτοῦ. Καίτοι ἡ σοφία τῆς ψυχῆς αὐτοῦ.

Οὐδὲν ποιεῖ πόθον καὶ ἔρωτα, ὡς ἀγάπη. Ἐὰν γὰρ φιλῇ σε ὁ ἀνήρ σου, κἂν ἄμορφος ᾖς, ποθεινὴ αὐτῷ φαίνῃ· ἐὰν δὲ μισήσῃ σε, κἂν εὔμορφος ᾖς, οὐ θέλει σε ὁρᾷν. Τὸ γὰρ μῖσος τῆς ψυχῆς οὐκ ἀφίησι τὴν εὐμορφίαν τῆς ὄψεως φαίνεσθαι. Ὅταν γὰρ μέλλῃς αὐτὸν ἀπαιτεῖν κόσμια καὶ χρυσὸν, τότε μέλλει σε καὶ αὐτὸς μισεῖν καὶ φεύγειν, ὡς τὸν ἀπαιτητὴν ἐν ἀγορᾷ φανέντα. Ἀλλ᾽ ἐκεῖνον μὲν δύναται φυγεῖν, σὲ δὲ οὐ δύναται, ἔνδον οὖσαν διηνεκῶς καὶ ἀπαιτοῦσαν λειτουργίας λόγον οὐκ ἐχούσας. Ταῦτα μὴ μόνον ἀκουέτω ἡ ἀκοή σου, ὦ γύναι, ἀλλὰ καὶ μεταβαλλέσθω σου ἡ διάνοια. Φάρμακά ἐστι δάκνοντα τὰ ῥήματα τὰ ἐμὰ, δάκνοντα πρὸς καιρὸν, καὶ εὐφραίνοντα διηνεκῶς. Ἰατρός εἰμι, σκαλεύω τὰ τραύματα, ἵνα μὴ παλαιότερα γενόμενα χείρονα τὴν νομὴν ἐργάσηται.

Ἐγὼ μὲν γὰρ ἰατρεύω, τὴν διὰ λόγου ὑγίειαν χαριζόμενος· οἱ δὲ τοῦ παρόντος βίου τὸ ἐπίκαιρον καὶ σφαλερὸν καὶ εὐκαταφρόνητον ἐπιδείκνυνται. Ἀλλ᾽ ὅπερ ἔλεγον περὶ τοῦ Ἀβραὰμ (οὐ γὰρ ἐπιλήσομαι τῆς ὑποσχέσεως), Σπεῦσον, καὶ φύρασον, ταῦτα ἑκάστη γυνὴ ἐγγραφέτω τῇ διανοίᾳ, ταῦτα ἕκαστος ἀνὴρ ἐχέτω ἐν τῷ συνειδότι.

Τί μοι φέρεις σηρικὰ ἱμάτια, καὶ ἵππους χρυσοχαλίνους, καὶ ἡμιόνους καλλωπιζομένας; Ἡμίονος κάτω καλλωπίζεται, ὁ χρυσὸς ἐν στέγῃ κατέχεται· τὰ χρήματα ἡμίονοι ἄλογοι περιφέρουσι, χρυσοῦς ἔχουσαι χαλινούς· ἡμίονοι ἄλογοι καλλωπίζονται, ὁ δὲ πένης ἐν λιμῷ τηκόμενος τῇ θύρᾳ σου προσεδρεύει, καὶ ὁ Χριστὸς λιμῷ τήκεται. Ὢ τῆς ἐσχάτης ἀνοίας! Ποία ἀπολογία; ποία συγγνώμη, ὅταν ὁ Χριστὸς ἕστηκε πρὸ τῶν θυρῶν σου ἐν σχήματι πτωχοῦ, σὺ δὲ μηδὲ ὅλως εἶ ἐπικαμπτόμενος; Τίς σε ἐξαιρήσεται τῆς ἐκεῖθεν τιμωρίας; Δέδωκα, φησὶν, ἔλεον. Ἀλλὰ μὴ δῷς μόνον ὅσον θέλει ἐκεῖνος, ἀλλ᾽ ὅσον δύνασαι. Τί τότε ἐρεῖς, εἰπέ μοι, ὅταν αἱ κολάσεις αἱ ἀφόρητοι, ὅταν αἱ τιμωρίαι ἐκεῖναι, καὶ αἱ ἀπειλαὶ, καὶ αἱ φοβεραὶ δυνάμεις, ὅταν ὁ ποταμὸς τοῦ πυρὸς καχλάζῃ, ὅταν τὸ βῆμα τὸ φοβερὸν, ὅταν τὸ κριτήριον τὸ ἀδέκαστον, ὅταν ἡ φύσις ἡ ἄναρχος, ὅταν ἐρημία τῶν ἀνθρωπίνων πραγμάτων, ὅταν μήτε πατὴρ, μήτε μήτηρ, μήτε γείτων, μήτε βασιλεὺς, μήτε παροδίτης, μήτε ξένος δύναταί σε ὠφελῆσαι, ἀλλὰ στήκει μόνος ὁ ἄνθρωπος μετὰ τῶν ἔργων αὐτοῦ, κατακρινόμενος ὑπὲρ ἐκείνων, ἢ καὶ στεφανούμενος ὑπὲρ αὐτῶν;

Τί τότε ἐρεῖς; Τότε ἀναμνησθήσῃ μου τῶν λόγων. Ἀλλὰ τί σοι τὸ ὄφελος; Οὐδέν· ἐπεὶ καὶ ὁ πλούσιος ἐκεῖνος ἀνεμνήσθη καὶ ἐζήτει καιρὸν μετανοίας, ἀλλ᾽ οὐδὲν ἦν αὐτῷ κέρδος. Πλὴν ἔλεγε, Πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατι, καὶ καταψύξῃ μου τὴν γλῶσσαν, ὅτι πάνυ ὀδυνῶμαι. Ἀλλ᾽ οὐκ ἔπεμψε Λάζαρον, οὐχ ὅτι ζημίαν ἔφερε μία ῥανὶς εἰς τὴν μεγάλην τοῦ παραδείσου πηγὴν, ἀλλ᾽ ὅτι ἡ τῆς ἐλεημοσύνης σταγὼν ἀμίκτως ἔχει πρὸς τὴν ἀπήνειαν. Ἐπειδὴ γὰρ ἐν τῷ καιρῷ τοῦ σταδίου κατεφρονήθη, ἐν τῷ καιρῷ τοῦ στεφάνου οὐδεμιᾶς παραμυθίας αὐτὸν ἠξίωσε.

ζʹ. Ταῦτα λέγω, ἵνα μήτε ὁ πένης δακρύῃ διὰ τὴν πενίαν, μήτε ὁ πλούσιος χαίρῃ διὰ τὸν πλοῦτον. Εὔπορος εἶ; Ἀπώλετο ὁ πλοῦτος, ἐὰν μὴ εἰς μέσον φέρῃς τὸν προσήκοντα πλοῦτον. Σπεῦσον, καὶ φύρασον τρία μέτρα σεμιδάλεως. Εἶτα ἔδραμεν αὐτὸς εἰς τὰς βόας, καὶ ἔθυσε μόσχον. Δρομεὺς ἐγένετο ὁ γέρων· οὐ γὰρ ἐχαυνοῦτο αὐτῷ τῆς σαρκὸς ὁ τόνος, ἀλλ᾽ ἐπενεύρωτο τῆς φιλοσοφίας ἡ διάνοια· ἐνίκησε τὴν φύσιν ἡ προθυμία. Ὁ δεσπότης τριακοσίων δέκα καὶ ὀκτὼ οἰκετῶν, μόσχον βαστάζων, οὐ κατεβαρύνετο τῷ ἄχθει, ἀλλ᾽ ἐκουφίζετο τὴν διάνοιαν τῇ προθυμίᾳ.

Ὁ δρόμος τῷ γέροντι προκείμενος, καὶ ὑπηρεσία πολλὴ, καὶ τῇ γυναικὶ πόνος καὶ κάματος. Οὐ γὰρ μόνον φιλοτιμίᾳ χρημάτων, καὶ δαψιλείᾳ τραπέζης, ἀλλὰ καὶ διακονίᾳ καὶ ὑπηρεσίᾳ πολλῇ τοὺς ξένους ἐδεξιώσαντο, οὐ δι᾽ οἰκετῶν, ἀλλὰ διὰ τῶν χειρῶν καὶ τῶν μελῶν τῶν ἑαυτῶν ὑπηρετοῦντες. Εἶτα παρειστήκει ἡ γυνὴ θεραπαίνης λαβοῦσα σχῆμα, καὶ οἱ ξένοι ἀνέκειντο, οἱ ἀγνῶτες· οὐ γὰρ παύσομαι τοῦτο λέγων. Ἐνόμιζον γὰρ αὐτοὺς πένητας εἶναί τινας· ἀλλ᾽ οὐ προσεῖχον τούτῳ, ἀλλ᾽ ὅτι ξένους ὑπεδέχοντο. Καὶ παρειστήκεισαν ἀμφότεροι ἐν τῷ καιρῷ ἐκείνῳ, τὸν βότρυν τῆς φιλοξενίας τρυγῶντες τῇ γνώμῃ, τῇ φιλοσοφίᾳ, τῇ διακονίᾳ, τῇ ὑποδοχῇ, τῷ πόνῳ, τῇ ὑπηρεσίᾳ, τῇ ἀγάπῃ, τῇ οἰκονομίᾳ, τῇ ἀκριβείᾳ, τῷ μηδὲν παραλιπεῖν. Καὶ εἱστήκει παρὰ τὸ δένδρον ἡ γυνὴ, ἀντὶ θαλάμου τῷ δένδρῳ χρησαμένη, καὶ τὴν σκιὰν τῶν φύλλων ἔχουσα στέγην, καὶ οὐκ ᾐσχύνετο δημοσιεύεσθαι. Εἱστήκει γὰρ τὴν οἰκείαν κοσμιότητα ἐπιδεικνυμένη, καὶ τῆς διακονίας τὸν καρπὸν τρυγῶσα. Τί οὖν ὁ παραγενόμενος; Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός. Οἶον καρπὸν ἐβλάστησεν ἡ τράπεζα! πῶς καλόν! πῶς ταχύν! πῶς ὥριμον! πῶς ὁ βότρυς περκάζων καὶ ἀπηρτισμένος! Καὶ γὰρ τὸ ῥῆμα ἐκεῖνο εἰσῆλθεν εἰς τὴν μήτραν, καὶ ἐδημιούργησε τὸ παιδίον.

Τοιοῦτοι τῆς φιλοξενίας οἱ καρποί. Πρόσεχε ὃ μέλλω λέγειν. Μετὰ ταῦτα δὲ, τὸ παιδίον ἐπειδὴ ηὐξήθη, τὸ ἀπὸ τῆς τραπέζης τεχθὲν, ἐπειδὴ ἀνὴρ ἐγένετο ὁ τῆς φιλοξενίας καρπὸς (οὐ γὰρ οὕτως αὐτὸν ἡ μήτρα ἐγέννησεν ἐκείνη, ὡς ἐγέννησεν ἡ τράπεζα, πρὸ δὲ πάντων τὸ ῥῆμα τοῦ Θεοῦ), ἐπειδὴ ηὐξήθη καὶ ἀνὴρ ἐγένετο, καὶ ὥρα γάμου λοιπὸν ἦν (πρόσεχε μετ᾽ ἀκριβείας ὃ λέγω), ἔμελλε λοιπὸν τελευτᾷν ὁ γέρων ὁ μακάριος Ἀβραὰμ ἐκεῖνος, ὁ πατριάρχης· παρῴκει δὲ γυναιξὶ διεφθαρμέναις καὶ ἔθνει πονηροτάτῳ, καλέσας τὸν οἰκέτην τὸν ἑαυτοῦ, φησίν· Ὧδε πονηραί εἰσιν αἱ γυναῖκες τῶν Χαναναίων. Τί οὖν θέλεις;

Ἄπελθε εἰς τὴν γῆν, ὅθεν ἐτέχθην ἐγὼ, καὶ ἄγαγε γυναῖκα ἐκεῖθεν τῷ υἱῷ μου. Καινὰ καὶ παράδοξα πράγματα. Ἴστε ὑμεῖς, καὶ σφόδρα ἐπίστασθε· ὅταν μὲν γὰρ γυναῖκα βούληταί τις ἀγαγεῖν τῷ υἱῷ, καὶ ὁ πατὴρ διαλέγεται καὶ ἡ μήτηρ, καὶ εἰς ἀλλοτρίας οἰκίας παραγίνονται, καὶ τοῦτον κολακεύουσι, καὶ ἐκεῖνον θεραπεύουσι, καὶ προμνήστριαι πολλαὶ, καὶ νυμφαγωγοὶ γίνονται πολλοὶ, καὶ χρημάτων ὑποσχέσεις, καὶ πᾶσα σπουδὴ τῷ πατρὶ καὶ τῇ μητρὶ δι᾽ ἑαυτῶν διαλεχθῆναι, καὶ οὐκ αἰσχύνονται, οὐδὲ ἐρυθριῶσιν, οὐδὲ ἐπιτάττουσιν οἰκέταις· ὅταν δὲ ἔλθῃ ξένος, Ἄπελθε σὺ, κατένεγκε αὐτὸν κάτω, δέξαι αὐτόν.

Ὁ Ἀβραὰμ δὲ ἀντιστρόφως· ὅτε μὲν ἔδει ποιῆσαι πρᾶγμα ὑψηλὸν καὶ φιλόσοφον, δι᾽ ἑαυτοῦ ποιεῖ· τὴν φιλοξενίαν οὐκ ἐπέτρεψεν οἰκέτῃ, ἀλλὰ τῇ γυναικὶ καὶ ἑαυτῷ· ὅτε δὲ γυνὴ καὶ γάμος ὑφαίνετο, Ἄπελθε λέγει τῷ οἰκέτῃ. Ὧδε τὸ ἐναντίον ποιοῦσιν αἱ γυναῖκες.

Ἐὰν μὲν θέλωσι χρυσοχόῳ διαλεχθῆναι, οὐκ αἰσχύνονται, ἀλλ᾽ ἐξέρχονται αὐταὶ δι᾽ ἑαυτῶν, καὶ παρακαθέζονται, ἵνα μὴ ὁ χρυσὸς κλαπῇ, καὶ ἡ ἐπιθυμία τῶν χρημάτων ἀφίησιν αὐτὰς καταφρονῆσαι τῆς εὐσχημοσύνης καὶ τῆς σεμνότητος. Ἀλλ᾽ ὁ Ἀβραὰμ οὐχ οὕτως, ἀλλ᾽ ὅτε ξένους ἤθελεν ὑποδέχεσθαι, δι᾽ ἑαυτοῦ καὶ τῆς γυναικὸς αὐτοῦ· ὅτε δὲ τὸν γάμον, διὰ τοῦ οἰκέτου. Τί οὖν μέμνησαι τοῦ Ἀβραάμ; Ὅτι πλούσιος ἦν. Ταῦτα καὶ σὺ ἐννόει τοῦ Ἀβραὰμ, καὶ οὐδέποτε καταφρονήσεις τινός. Ἀλλὰ πόθεν ἐξέβην ταῦτα εἰπεῖν; Τὸν προφήτην λαβὼν καὶ τὴν βακτηρίαν ἐκείνην, Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Ἐκεῖνος γὰρ ὁ στίχος ἅπαντα ταῦτα ἔτεκε. Καὶ ἰδοὺ θησαυρὸν εὑρήκαμεν χρυσοῦ γέμοντα.