δʹ. Ἐπεὶ οὖν οὐδὲ τοῦτο ἔχει τὸ κέρδος ἡ περιττὴ αὕτη φιλοτιμία, φεύγωμεν, ἀγαπητοὶ, φεύγωμεν τὸ νόσημα, καὶ μὴ γινώμεθα τῶν ἀλόγων θηριωδέστεροι. Ἐκείνοις πάντα κοινὰ, καὶ γῆ, καὶ πηγαὶ, καὶ νομαὶ, καὶ ὄρη, καὶ νάπαι, καὶ οὐδὲν θάτερον θατέρου πλέον ἔχει· σὺ δὲ ἄνθρωπος ὢν, τὸ ἡμερώτατον ζῶον, θηρίου γίνῃ χαλεπώτερος, μυρίων πενήτων τροφὰς, καὶ πολλάκις μυρίων μιᾷ κατακλείων οἰκίᾳ. Καίτοι γε οὐχ ἡ φύσις ἡμῖν μόνη κοινὴ, ἀλλὰ καὶ ἕτερα πολλῷ τῆς φύσεως πλείονα· οὐρανὸς κοινὸς, καὶ ἥλιος, καὶ σελήνη, καὶ ὁ τῶν ἀστέρων χορὸς, καὶ ἀὴρ, καὶ θάλασσα, καὶ πῦρ, καὶ ὕδωρ, καὶ γῆ, καὶ ζωὴ, καὶ τελευτὴ, καὶ αὔξησις, καὶ γῆρας, καὶ νόσος, καὶ ὑγεία, καὶ χρεία τροφῆς καὶ ἐνδυμάτων· καὶ τὰ πνευματικὰ πάλιν κοινὰ, καὶ ἡ τράπεζα αὕτη ἡ ἱερὰ, τὸ σῶμα τὸ Δεσποτικὸν, τὸ αἷμα τὸ τίμιον, τῆς βασιλείας ἡ ἐπαγγελία, τὸ λουτρὸν τῆς παλιγγενεσίας, ὁ καθαρμὸς τῶν ἁμαρτημάτων, ἡ δικαιοσύνη, ὁ ἁγιασμὸς, ἡ ἀπολύτρωσις, τὰ ἀπόῤῥητα ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη.