Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς»

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή και θεολογική θεμελίωση της φιλανθρωπίας

Η αγάπη του Θεού ως πρότυπο ελεημοσύνης και η ομολογία της Αγίας Τριάδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

(Κωδ. 27 συλλογῆς ἁγ. Σάββα φυλ. 27α—29β.) «Τοῦ αὐτοῦ εἰς τὸ »μὴ θησαυρίζετε ἑαυτοῖς θησαυροὺς ἐπὶ τῆς γῆς καὶ τὰ ἑξῆς«, Ὁ φιλάνθρωπος δεσπότης, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ Λόγος, ὁ ὅμοιος κατὰ πάντα τῷ Πατρὶ καὶ τῷ Πνεύματι τῷ παναγίῳ, ἀφ᾽ ὧν αὐτὸς διὰ φιλανθρωπίαν χαρίζεται, ἀπὸ τούτων καὶ ἡμᾶς εἰς φιλανθρωπίαν προσκαλεῖται· διὸ ἔλεγε »γίνεσθε οἰκτίρμονες καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστὶν» «ὅστις ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους». Ὅταν δὲ εἴπῃ ὁ τοῦ Πατρός, δῆλον ὅτι τὴν φύσιν τῆς ἁγ. Τριάδος κηρύττει. Καὶ γὰρ Θεὸς ὁ Πατήρ, Θεὸς ὁ Υἱός· οὔτε γὰρ ἀλλότριος τῆς φύσεως τοῦ Πατρὸς ὁ Υἱός· δῆλον ὅτι καὶ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. Πῶς γὰρ Πέτρος ἔλεγε πρὸς Ἀνανίαν «ἵνα τί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον; ... οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ Θεῷ»; Οὐκοῦν θεότητα τριάδος προσκυνήσωμεν, ἵνα μὴ θεότητος ἐκπέσωμεν.