Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς»

Ἰωάννης ὁ Χρυσόστομος

Προτροπή προς ελεημοσύνη και θεία ανταπόδοση

Ερμηνεία της ευαγγελικής εντολής περί θησαυρών και προτροπή για προσφορά στους πένητες ως ανταπόδοση στις θείες δωρεές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Ποῦ τοίνυν ἡμᾶς χειραγωγεῖ λέγων «μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· ἀλλὰ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, οὔτε κλέπται διορύσσουσι καὶ κλέπτουσι»; Ἐπεὶ καὶ ἐλεεινῶς ἡμᾶς προτρέπεται ἐπὶ φιλανθρωπίαν προσκαλούμενος καὶ λέγων· ᾔτησας καὶ ἔδωκα· ὅταν δὲ καὶ σὺ παρὰ τῶν πενήτων αἰτηθῇς χάρισαι Ἐζήτησας ὀλίγα καὶ ἔδωκά σοι πολλά.

Καὶ σὺ ὅταν αἰτηθῇς πολλά, κἂν ὀλίγα χάρισαι. Ἀπηγόρευσεν ἡ γῆ παρ᾽ ὀλίγον τὰς ἐλπίδας, ἀπηγόρευσε τὰ γεννήματα, τὸ οὐράνιον γάλα. Φόβος καὶ τρόμος τῶν ἀνθρώπων τὰς καρδίας διέσεισε. Ἀνέμεινα τὴν δόσιν, ἵνα σὺ ζητήσῃς τὴν δόσιν· ὑπερεθέμην τὴν χάριν, ἵνα σὺ προέλθῃς τῇ χάριτι. Ἠπείλησα πρὸς ὀλίγον, ἵνα μάθῃς τὸν βρέχοντα καὶ προσκυνήσῃς τὸν τρέφοντα, ἵνα ἐπιγνῷς τὸν ζωήν σοι παρέχοντα.

Ἐγὼ ὡς ἐπεγνώσθην, παρεκλήθην. Δέδωκας πλουσιωτέραν τὴν δωρεάν. Αὐτὸς γάρ ἐστιν ὁ ποιῶν «ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν». Ἐπληθύνθη πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον δι᾽ ὑμῶν τῶν λιτανευόντων ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας, μᾶλλον δὲ σκεπάσαι τὰ γεννήματα. Καὶ βοᾷ πρὸ τῶν λόγων τὰ πράγματα. Τοιγαροῦν οἱ λαβόντες παρ᾽ ἐμοῦ μεγάλα, κἂν μικρὰ τοῖς πένησι χαρίσασθε. Ἐγὼ τὰ μεγάλα χαρίζομαι, δίδου σὺ τὰ μικρὰ ἀπὸ τῶν μεγάλων, ὧν ἔλαβες παρ᾽ ἐμοῦ· τὰ ἐμὰ ἐμοὶ δός· ἐγὼ τὴν χάριν λογίζομαι, κἀγὼ αὐτὰ ποιήσω μετὰ πολλῆς προσθήκης. Διὰ γὰρ τοῦτο ἐκάλεσά σε, φησί, καὶ ἑτέροις δοῦναι, ἵνα σὺ μᾶλλον ἀσφαλέστερα κατέχῃς· ὡς μὲν γὰρ αὐτὰ κατέχεις οὐδὲ οὕτως κατέχεις, ὅταν δὲ ἑτέροις δώσῃς δι᾽ ἐμέ, τότε αὐτὰ ποιήσω μετὰ πάσης προσθήκης.

Οὕτως ἡ φιλία τοῦ Θεοῦ πάντα ὑπερβαίνει. Δῶμεν τοίνυν τῷ Θεῷ τῷ δεδωκότι. Ὁ γὰρ δοὺς ἡμῖν, μηδὲν λαβὼν παρ᾽ ἡμῶν, πολλῷ μᾶλλον μετὰ τὸ λαβεῖν αὐτὸν δώσει μειζόνως. Ἐγὼ τὸ αἷμα ἐξέχεα ὑπὲρ σοῦ· σὺ κἂν ἀργύριον δὸς ὑπὲρ ἐμοῦ μὴ κατὰ τὸν Ἰούδαν εἰς προδοσίαν ἀλλὰ τῷ πένητι διὰ φιλανθρωπίαν. Ἐγὼ Θεὸς ὢν ἄνθρωπος γέγονα διὰ σέ· σὺ τὸν ἄρτον χάρισαι διὰ σαυτὸν τῷ πένητι, οὐχ ἵνα πένητα θρέψῃς μόνον· ἀλλ᾽ ἵνα κἀμὲ διὰ τοῦ πένητος θρέψῃς καὶ χορτάσῃς τὸν εἰπόντα· «ἐπείνασα καὶ ἐδώκατέ μοι φαγεῖν» καὶ «ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων ἐμοὶ ἐποιήσατε».