Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται»

Ἰωάννης ὁ Χρυσόστομος

Η ερμηνεία της θεραπείας το Σάββατο και η συνεχιζόμενη θεία πρόνοια

Εξέταση της κατηγορίας των Ιουδαίων για κατάλυση του Σαββάτου. Αντίκρουση των εσφαλμένων ιουδαϊκών και αιρετικών υπολήψεων και υπεράσπιση της ομοουσιότητος μέσω της θείας πρόνοιας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἀλλ᾽ ἐκεῖνοι αὐτὸ οὐ συνεῖδον, ἀλλὰ τί φασι; Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; περὶ τοῦ ναοῦ τοῦ Ἰουδαϊκοῦ τοῦ διὰ λίθων κατεσκευασμένου λέγοντες· ἐκεῖνος γὰρ τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη μετὰ τὴν ἐπάνοδον ἀπὸ Βαβυλῶνος, διακωλυομένων τῶν οἰκοδομούντων ὑπὸ τῆς βαρβαρικῆς ἐπιβουλῆς, καὶ χρόνου τριβομένου πολλοῦ οὗτος ὁ ναὸς ἀπηρτίζετο. Ἐπεὶ οὖν ὁ Ἰησοῦς περὶ τοῦ σώματος τοῦ ἑαυτοῦ ἔλεγεν, τὸν σταυρὸν δηλῶν καὶ τὴν ἀνάστασιν· τοῦτο γάρ ἐστι τὸ, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· ἐκεῖνοι δὲ περὶ τοῦ ναοῦ τοῦ Ἰουδαϊκοῦ ὑπώπτευον· ὅθεν καὶ ἔλεγον· Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; ὅρα πῶς οὐ παρέδραμεν αὐτὸ ὁ εὐαγγελιστὴς, ἀλλ᾽ ἐπήγαγε τὴν διόρθωσιν, λέγων· Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. Οὐδὲ γὰρ εἶπε, Λύσατε τὸ σῶμα τοῦτο, ἀλλὰ, Τὸν ναὸν, ἵνα δείξῃ τὸν Θεὸν τὸν οἰκοῦντα [ἐνοικ.?] λύσατε τὸν ναὸν τὸν πολλῷ βελτίονα τοῦ Ἰουδαϊκοῦ. Ὁ μὲν γὰρ εἶχε τὸν νόμον, ὁ δὲ τὸν νομοθέτην· ὁ μὲν τὸ γράμμα τὸ ἀποκτεῖνον, ὁ δὲ τὸ πνεῦμα τὸ ζωοποιοῦν· ὁ μὲν τὴν ῥάβδον τὴν Ἀαρὼν, ὁ δὲ τὴν ῥάβδον Ἰεσσαί.

γʹ. Πάλιν ἀλλαχοῦ τὸ ἐπὶ τῶν ἄρτων θαῦμα ποιήσαντι ἀπάρας σὺν αὐτοῖς, διέβαινεν εἰς τὸ πέραν, καὶ ἔλεγε τοῖς μαθηταῖς· Προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. Οἱ δὲ ζύμην ἀκούσαντες, περὶ ἄρτων ὑπώπτευον· αὐτὸς δὲ οὐ περὶ ἄρτων ἔλεγεν, ἀλλὰ περὶ τῆς διδασκαλίας τῶν Φαρισαίων. Ἐπεὶ γὰρ ἄλλως μὲν αὐτὸς εἶπεν, ἄλλως δὲ ὑπώπτευσαν ἐκεῖνοι, ὅρα πῶς διορθοῦται αὐτὸ, λέγων· Οὕτως ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ μέμνησθε τοὺς πέντε ἄρτους καὶ πόσους κοφίνους ἐλάβετε, καὶ τοὺς ἑπτὰ ἄρτους καὶ πόσας σπυρίδας ἐλάβετε; πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἄρτων εἶπον ὑμῖν, ἀλλὰ περὶ τῆς διδασκαλίας τῶν Φαρισαίων, ὥστε προσέχειν; Ὁρᾷς πῶς καὶ ἐπὶ τοῦ ναοῦ ὁ εὐαγγελιστὴς καὶ ἐνταῦθα αὐτὸς τῶν πεπλανημένων διορθοῦται τὴν ὑπόνοιαν; Οὕτω τοίνυν καὶ ἐπὶ τοῦ ἴσον ἑαυτὸν ποιεῖν τῷ Θεῷ, εἰ αὐτὸς μὲν οὐκ ἐποίει ἑαυτὸν ἴσον τῷ Θεῷ, οἱ δὲ Ἰουδαῖοι τοῦτο ὑπώπτευον ἀπὸ τῶν εἰρημένων, διώρθωσεν ἂν τὴν ὑπόνοιαν ταύτην ὁ εὐαγγελιστὴς, καὶ εἶπεν ὅτι Ἰουδαῖοι μὲν ἴσον ἑαυτὸν ἐνόμιζον αὐτὸν ποιεῖν τῷ Θεῷ, αὐτὸς δὲ οὐκ ἐποίει τοῦτο οὐδὲ κατεσκεύαζεν. Ἵνα δὲ ἀπ᾽ αὐτῶν τῶν ῥημάτων μάθῃς, ὅτι τοῦτο μάλιστα ἐβούλετο πηγνύναι ἐν ταῖς τῶν ἀνθρώπων διανοίαις, ἀνωτέρω τὸν λόγον ἀγάγωμεν καὶ μάθωμεν τί ποτε ἐγκαλούμενος ταῦτα ἀπελογεῖτο.

Τί ποτ᾽ οὖν ἦν ὅπερ ἐνεκαλεῖτο; Ὅτι ἐν σαββάτῳ ἔργα ἐποίει· Διὰ τοῦτο, φησὶν, ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. Ποῖα δὴ ταῦτα; Ὅτι τὸν παραλυτικὸν ἔσφιγξε, καὶ ἐκέλευσε αὐτῷ τὴν κλίνην λαβεῖν καὶ ἀπελθεῖν εἰς τὸν οἶκον. Διὸ καὶ ἐρωτῶντες αὐτὸν ἔλεγον, τίς εἴη ὁ ἐπιτάξας αὐτῷ ταῦτα ποιεῖν ἐν σαββάτῳ· ὁ δὲ ἔφη, Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· Ἆρον τὴν κλίνην σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Πρὸς ταῦτα δυσχεραίνοντες, ἐδίωκον αὐτὸν, ὅτι ταῦτα ἐπέταξεν ἐν σαββάτῳ, ὅπερ ἐδόκει νόμου παράβασις καὶ λύσις. Τί οὖν ἀπολογούμενος ὁ Χριστὸς λέγει; Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Καίτοι γε πολλὰ ἕτερα ἐνῆν εἰπεῖν, εἴ γε ἀπολογήσασθαι ἐβούλετο μόνον, ἀλλὰ μὴ δεῖξαι τὴν ἰσότητα.

Πολλάκις γὰρ ἐλύθη τὸ σάββατον, καὶ πρῶτον μὲν ἐπὶ τῆς πόλεως τῆς Ἱεριχουντίων. Ὅτε γὰρ προσέβαλον τοῖς τείχεσιν, ἑπτὰ ἡμέρας ἐκελεύοντο σάλπιγγας μεταχειριζόμενοι περιιέναι τὰ τείχη, καὶ οὕτως κατηνέχθη ἡ πόλις. Ὅτι δὲ ἐν ταῖς ἑπτὰ ἡμέραις, ὅθεν ἂν ποιησώμεθα τὴν ἀρχὴν, ἀνάγκη τὸ σάββατον ἐμπεσεῖν, παντί που δῆλον. Ὅθεν δῆλον, ὅτι ἐλύθη τὸ σάββατον. Πάλιν περιτέμνεσθαι ἐκέλευεν ἄνθρωπον τῇ ὀγδόῃ ἡμέρᾳ· ἀνάγκη καὶ ἐνταῦθα πάλιν τὸ σάββατον λύεσθαι· τὸν γὰρ ἐν σαββάτῳ τεχθέντα ἀνάγκη τῷ ἑτέρῳ σαββάτῳ περιτμηθῆναι.

Οἱ δὲ ἱερεῖς καὶ μετὰ πλείονος τῆς περιουσίας αὐτὸ ἔλυον, καὶ πάλιν θυσίαν ἐν σαββάτῳ κελευόμενοι ἀναφέρειν· ὅπου δὲ θυσία, καὶ ἐκδέρειν καὶ καίειν, καὶ ἐπιτιθέναι θυσιαστηρίῳ, καὶ ὑδροφορεῖν, καὶ ξύλα διακλᾷν, καὶ τέφραν ἐκφέρειν, καὶ ἕτερα πλείονα ποιεῖν ἀνάγκη ἦν, καὶ διὰ τοῦτο τὸ σάββατον λύεσθαι. Μετὰ τούτων καὶ ἡ κτίσις αὐτὴ τὸ σάββατον ἔλυε· καὶ γὰρ ἥλιος ἐργάζεται ἐν σαββάτῳ, καὶ σελήνη τρέχει, καὶ ὁ ποικίλος τῶν ἄστρων φαίνει χορὸς, καὶ ἄνεμοι πνέουσι, καὶ πηγαὶ βρύουσι, καὶ ποταμοὶ ῥέουσι, καὶ θάλαττα κινεῖται, καὶ σπέρματα ἀναδίδοται καὶ φυτὰ, καὶ ἡ γῆ τίκτει καὶ τὰ ἄλογα ἅπαντα, ἔτι δὲ καὶ τὸ τῶν ἀνθρώπων γένος. Οὐδέποτε γὰρ, γυναικὸς κυούσης ἐν σαββάτῳ, ἡ φύσις ἀνέμεινε τὸν νόμον, καὶ ἐξεδέξατο παρελθεῖν τὸ σάββατον, καὶ τότε λυθῆναι τὰς ὠδῖνας, ἀλλὰ εἰργάζετο τὸ ἑαυτῆς ἔργον καὶ σαββάτου ὄντος. Καὶ αἱ ἄνω δὲ δυνάμεις ὑπηρετοῦνται ἐν σαββάτῳ, καὶ οὐ διαλιμπάνουσι τὴν διακονίαν τὴν ἑαυτῶν πληροῦσαι.

Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, τοσαύτας ἔχων ἀπολογίας ἀφορμὰς, οὐδεμίᾳ τούτων κέχρηται, οὐδὲ λέγει, Τί μοι ἐγκαλεῖτε, ὅτι λύω τὸ σάββατον; καὶ γὰρ οἱ ἱερεῖς ἐν Ἱεριχοῦντι ἔλυσαν, καὶ οἱ ἐν τῷ ἱερῷ λύουσι· τί μοι ἐγκαλεῖτε, ὅτι λύω σάββατον; καὶ γὰρ ἥλιος λύει καὶ σελήνη καὶ ἀστέρες καὶ πᾶσα ἡ κτίσις, καὶ ἡ ἄνω καὶ ἡ κάτω· ἀλλὰ πάντα ταῦτα ἀφεὶς, ἐπὶ τὸν Πατέρα ἦλθεν, λέγων· Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι.

Οὐ γὰρ δὴ ἀπολογήσασθαι ἐβούλετο μόνον, ἀλλὰ καὶ τὴν ἰσοτιμίαν δεῖξαι. Διὰ τοῦτο οὐκ εἶπεν, Ἐργάζομαι, καὶ γὰρ ἡ κτίσις ἐργάζεται· οὐ γὰρ ἦν τῆς κτίσεως· ἀλλ᾽, Ἐργάζομαι, καὶ γὰρ ὁ Πατὴρ ἐργάζεται. Τῆς γὰρ οὐσίας ἐκείνης ἦν καὶ τῆς ἐξουσίας.

δʹ. Διὰ τοῦτο οὐχ ὡς τῆς κτίσεως ὢν ἀπολογεῖται, ἀλλ᾽ ὡς ἐκείνου γέννημα γνήσιον. Καὶ ἵνα μάθῃς ὅτι οὐ στοχασμὸς τὰ εἰρημένα, ἔλυσάν ποτε καὶ οἱ μαθηταὶ τὸ σάββατον τίλλοντες στάχυας καὶ ἐσθίοντες, καὶ ἐγκαλούντων τῶν Ἰουδαίων καὶ λεγόντων· Οὐχ ὁρᾷς ἐν σαββάτῳ τί οὗτοι ποιοῦσιν; οὐδαμοῦ τοῦ Πατρὸς ἐμνήσθη ἐκεῖ, ἀλλὰ τί φησιν; Οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυῒδ, ὅτε ἐπείνασε; πῶς εἰσῆλθε, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἐξὸν αὐτῷ ἦν φαγεῖν καὶ τοῖς μετ᾽ αὐτοῦ; οὐκ ἀνέγνωτε ὅτι οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσι, καὶ ἀναίτιοί εἰσιν;

Ὁρᾷς πῶς, ὅτε μὲν ὑπὲρ τῶν δούλων ποιεῖται τὸν λόγον, τοὺς δούλους εἰς μέσον φέρει, τὸν Δαυῒδ καὶ τοὺς ἱερέας· ὅτε δὲ ὑπὲρ ἑαυτοῦ, τὸν Πατέρα; Εἰ δέ που καὶ ἑτέραις κέχρηται ἀπολογίαις, ὡς ὅταν λέγῃ· Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος, ἐμοὶ χολᾶτε, ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποιησάμην ἐν σαββάτῳ; καὶ πάλιν· Τίς ἐξ ὑμῶν ἐστιν, ὃς οὐ λύει τὸ πρόβατον αὐτοῦ καὶ τὸν βοῦν; οὐδὲν θαυμαστόν· οὐ γὰρ πάντα ὡς Θεὸς, ἀλλ᾽ ἔστιν ὅπου καὶ ὡς ἄνθρωπος διαλέγεται, ἐπειδὴ καὶ Θεὸς καὶ ἄνθρωπος ἦν. Ἐνταῦθα μέντοι πρὸς τὴν ἀξίαν τὴν ἑαυτοῦ φθέγγεται λέγων· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι. Διὰ τοῦτό φησιν ὁ εὐαγγελιστὴς, Ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, οὐ μόνον ὅτι ἔλυε τὸ σάββατον, ἀλλ᾽ ὅτι καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Ἐγὼ δὲ κἀκεῖνο ἡδέως ἂν ἐροίμην τὸν αἱρετικόν· Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἢ οὐκ ἔλεγε; τῆς Ἰουδαϊκῆς ὑπονοίας τοῦτο ἦν, ἢ τῆς ἀποφάσεως τοῦ Χριστοῦ; κἂν γὰρ μυριάκις ἀναισχυντῇ, παρὰ τῆς ἀληθείας ἐλέγχεται. Ἔλεγεν, ὅτι Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· ἔλυε τὸ σάββατον ἢ οὐκ ἔλυεν; Εὔδηλον ὅτι ἔλυεν· Ἐργάζομαι. φησὶ, κἀκεῖνος ἐργάζεται. Οὐκοῦν οὐδέτερον τούτων τῆς ὑπονοίας ἦν τῆς Ἰουδαϊκῆς, ἀλλὰ τῆς τοῦ Χριστοῦ κατασκευῆς τε καὶ ἀποφάσεως, καὶ τὸ λύειν τὸ σάββατον, καὶ τὸ Πατέρα ἴδιον λέγειν τὸν Θεόν.

Πῶς οὖν, ταῦτα λέγων τῆς ἀποφάσεως εἶναι τοῦ Χριστοῦ, ἐκεῖνο τῆς τῶν Ἰουδαίων ὑπονοίας λέγεις, ἐφεξῆς κείμενον καὶ συνημμένον τούτῳ, καὶ ὁμοίως ἀπηγγελμένον παρὰ τοῦ εὐαγγελιστοῦ; Πάντα γὰρ ταῦτα ἀπαγγελία τοῦ εὐαγγελιστοῦ ἐστιν, ἑρμηνεύοντος τὰ παρὰ τοῦ Χριστοῦ εἰρημένα. Διὸ καὶ Ἰουδαίων ἐγκαλούντων ἔλεγεν, ὅτι ἐδίωκον αὐτὸν, οὐ μόνον ὅτι ἔλυε τὸ σάββατον, ἀλλ᾽ ὅτι καὶ Πατέρα ἑαυτοῦ ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Ἀλλ᾽ ὁ μὲν κατὰ τῶν αἱρετικῶν ἔλεγχος ἀρκοῦν ἔχει τὸ τέλος· εἰ δὲ βούλεσθε καὶ τὴν ἐργασίαν μαθεῖν τίς ποτέ ἐστιν ἣν ὁ Πατὴρ ἐργάζεται, καὶ ἣν ὁ Υἱὸς, τὴν πρόνοιαν εἴποιμι ἂν τῶν ὄντων, τὴν διακράτησιν, τὴν κηδεμονίαν. Τὰ μὲν γὰρ φαινόμενα πάντα ἐν ἓξ ἡμέραις γέγονε· Καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· ἡ δὲ πρόνοια αὐτῶν οὐκ ἐπαύσατο. Ταύτην τοίνυν τὴν πρόνοιαν ἐργασίαν καλεῖ ὁ Χριστὸς, λέγων· Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι, προνοῶν, κηδόμενος, διακρατῶν, φησὶ, συνέχων, οὐδὲν ἀφιεὶς διαῤῥυῆναι.