Καὶ ἵνα μάθητε ὅτι οὐ κολακεύων ὑμᾶς λέγω ταῦτα, δι᾽ ὧν τῇ προτεραίᾳ ἐπεδείξασθε, διὰ τούτων ἐμαρτυρήσατε τοῖς παρ᾽ ἡμῶν εἰρημένοις ἀλήθειαν. Καὶ γὰρ οἱ οὕτω δηχθέντες, οἱ οὕτως ὀδυνηθέντες, οἱ οὕτως ἀλγήσαντες καὶ ἀθυμήσαντες, ἐπιούσης τῆς κυριακῆς τῆς μετ᾽ ἐκείνην λαμπρότερον ἡμῖν τὸ θέατρον ἐποιήσατε, καὶ πλείονα τὸν σύλλογον καὶ μείζονα τὴν προθυμίαν, καὶ πάντες ἦτε μετέωροι, καθάπερ νεοττοὶ χελιδόνων τῆς καλιᾶς ἐκκρεμάμενοι, καὶ πρὸς ἡμετέραν κεχηνότες γλῶτταν. Εἶτα ἐπειδὴ ἀδελφὸν ἡμέτερον ἀπὸ Γαλατίας ἀφικόμενον, καὶ δι᾽ αὐτὸν τῆς ἐκκλησίας τὸν νόμον τὸν τοὺς ξένους οὕτως ὑποδέχεσθαι κελεύοντα, καὶ διὰ τὴν λαμπρὰν πολιὰν τιμῶντες, παρεχωρήσαμεν αὐτῷ τοῦ λόγου, καταβοῶντες ἀνεχωρεῖτε, δεινοπαθοῦντες, ὡς μακρὸν χρόνον λιμὸν ὑπομείναντες, καὶ τὴν ἡμετέραν ποθοῦντες γλῶτταν τὴν τεμοῦσαν, τὴν ἐπιτιμήσασαν, τὴν καθικομένην, τὴν ὀδυνήσασαν· ταὐτὸν ποιοῦντες, οἷον ἂν εἰ παιδίον τυπτόμενον, ἐπιτιμώμενον, μηδὲ οὕτως ἀποσταίη τῆς μητρὸς, ἀλλὰ κλαυθμυριζόμενον ἕποιτο, τῶν ἱματίων τῆς μητρὸς ἐκ πλαγίων ἐχόμενον, καὶ ἐπισυρόμενον αὐτῇ μετὰ τῶν ὀδυρμῶν. Διὰ ταῦτα σκιρτῶ καὶ πέτομαι ὑπὸ τῆς ἡδονῆς, καὶ μακάριον ἐμαυτὸν εἶναί φημι ἐν τοσούτοις ἐρασταῖς ἀγωνιζόμενος, οὕτως ἐκκρεμαμένους ὑμᾶς ἔχων τῆς ἡμετέρας γλώττης.