Ὅπερ γὰρ ἂν ᾖ, σκιά τίς ἐστι καὶ εἰκὼν, οὐ πραγμάτων ἀλήθεια. Τοιοῦτοι τῶν αἱρετικῶν οἱ λογισμοὶ, οὓς ἵνα διελέγξωμεν, πλησίον ταύτης γενώμεθα τῆς ῥήσεως, συνεχῶς αὐτὴν περιστρέφοντες, καὶ τέως αὐτοὺς ἐρώμεθα, πῶς βούλονται ἑρμηνεύειν τὴν ῥῆσιν. Οὐ γὰρ ἀρκεῖ μόνον ἡ ἀνάγνωσις. Εἰ γὰρ ἤρκει ἡ ἀνάγνωσις, τίνος ἕνεκεν ὁ Φίλιππος πρὸς τὸν εὐνοῦχον ἔλεγεν, Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; Ὅθεν ἀναγινώσκων ἐκεῖνος, οὐδὲν ᾔδει τῶν ἐγκειμένων· διὸ καὶ ἔλεγε· Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει, περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου; Εἰ ἤρκει ἡ ἀνάγνωσις, πῶς οἱ Ἰουδαῖοι τὴν Παλαιὰν ἀναγινώσκοντες, καὶ τὰ περὶ τῆς γεννήσεως τοῦ Χριστοῦ, καὶ τῶν σημείων, καὶ τῶν θαυμάτων, καὶ τόπον, καὶ καιρὸν, καὶ σταυρὸν, καὶ τάφον, καὶ ἀνάστασιν, καὶ ἀνάληψιν, καὶ τὴν ἐκ δεξιῶν καθέδραν, καὶ τὴν τοῦ Πνεύματος κάθοδον, καὶ τὴν τῶν ἀποστόλων συνεκδρομὴν, καὶ τὴν τῆς συναγωγῆς ἐκβολὴν, καὶ τὴν τῆς Ἐκκλησίας εὐγένειαν, οὐδέπω καὶ σήμερον ἐπίστευσαν; Οὐκ ἄρα ἀρκεῖ ἡ ἀνάγνωσις, ἐὰν μὴ προσῇ καὶ ἡ γνῶσις. Ὥσπερ γὰρ ἐάν τις τρέφηται μὲν, μὴ πέπτῃ δὲ, οὐ ζήσεταί ποτε· οὕτως ἐάν τις ἀναγινώσκῃ μὲν, οὐ γινώσκῃ δὲ μηδὲν τῶν ἐγκειμένων, οὐκ ἐπιτεύξεται τῆς ἀληθείας. Μὴ τοίνυν μοι παρέχετε τὴν ῥῆσιν τὴν εὐαγγελικὴν, ἀλλὰ καὶ ἑρμηνεύσατε αὐτήν.