Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Ὁ υἱὸς οὐ δύναται ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν»

Ἰωάννης ὁ Χρυσόστομος

Η απόλυτη θεία αυθεντία και η ορθόδοξη ερμηνεία του «ου δύναται»

Ανάλυση της πλήρους εξουσίας του Υιού κατά την τελική κρίση, τη νομοθεσία και τη συγχώρηση αμαρτιών. Επεξήγηση ότι η φράση «δεν δύναται» δηλώνει την αδυναμία πράξης αλλότριας προς τον Πατέρα, επιβεβαιώνοντας απόλυτα το ομοούσιον.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

εʹ. Ἐρωτῶ οὖν τὸν αἱρετικὸν, εἰ οὐδένα κρίνει ὁ Πατὴρ, ὁ δὲ Υἱὸς κρίνει, πῶς κρίνει; Εἰ γὰρ μηδὲν δύναται ποιεῖν ἀφ᾽ ἑαυτοῦ, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα, ὁ δὲ Πατὴρ οὐ κρίνει, αὐτὸς δὲ πάντας κρίνει, πῶς ὃ μὴ εἶδε δύναται ποιῆσαι; Καὶ μηδὲ τοῦτο ἁπλῶς παραδράμῃς· οὐδὲ γὰρ τοῦτο μικρὸν, ἀλλὰ μεγίστης δυνάμεως. Ἐννόησον γὰρ ἡλίκον ἐστὶ, τοὺς ἀπὸ Ἀδὰμ μέχρι τῆς συντελείας γενομένους Ἕλληνας, Ἰουδαίους, αἱρετικοὺς, τοὺς ἐν τῇ ὀρθοδόξῳ πίστει διαμαρτόντας, πάντας ἀγαγεῖν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πάντων τὰ ἀπόῤῥητα εἰς μέσον ἐξαγαγεῖν τὰ πράγματα, τὰ ῥήματα, τοὺς δόλους, τὰς ἐπιβουλὰς, τὰ ἀπόῤῥητα τῆς διανοίας, οὐ μαρτυριῶν φερομένων, οὐκ ἐλέγχων, οὐκ εἰκόνων, οὐκ ἀποδείξεων, οὐκ ἄλλων τῶν τοιούτων οὐδενὸς, ἀλλὰ τῇ οἰκείᾳ δυνάμει πρὸς τὸν ἔλεγχον κεχρημένων. Ἀλλ᾽ ὅμως τοσοῦτον καὶ τηλικοῦτον κατόρθωμα αὐτὸς ποιεῖ, οὐ πρότερον τὸν Πατέρα ἰδὼν, καὶ οὕτω μιμησάμενος· ὁ Πατὴρ γὰρ οὐ κρίνει οὐδένα. Ὅρα δὲ αὐτὸν καὶ ἀλλαχοῦ πάντα μετ᾽ ἐξουσίας ἐργαζόμενον, ἔν τε τοῖς θαύμασι καὶ ταῖς νομοθεσίαις, καὶ τοῖς ἄλλοις ἅπασιν.

Ἐπειδὴ γὰρ ἀνῆλθεν εἰς τὸ ὄρος, καὶ τὴν καινὴν ἔμελλε διδόναι διαθήκην, φησίν· Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ὃς δ᾽ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ᾽ ἂν εἴπῃ, Μωρὲ, ἔνοχος ἔσται ἐν τῇ γεέννῃ τοῦ πυρός. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει. Ἠκούσατε ὅτι ἐῤῥέθη, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ἐγὼ δὲ λέγω, μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ᾽ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Τί τοῦτο; ὁ μηδὲν ἀφ᾽ ἑαυτοῦ ποιῶν καὶ τὰ τοῦ Πατρὸς διορθοῦται, καὶ τὴν νομοθεσίαν ἐπὶ τὸ βέλτιον ἄγει; Ὅταν δὲ εἴπω, διορθοῦται, μηδὲν βλάσφημον ὑποπτεύσῃς, ὡς τοῦ Πατρὸς ἀτονωτέρου ὄντος. Εἰ γὰρ καὶ ἡ νομοθεσία ἐλάττων, ἀλλ᾽ οὐ παρὰ τὸν Θεὸν, ἀλλὰ παρὰ τοὺς δεξαμένους τὸν νόμον. Ἀλλὰ καὶ ἡ Παλαιὰ τοῦ Μονογενοῦς, καὶ ἡ Καινὴ τοῦ Πατρός. Πῶς οὖν, εἰπέ μοι, οὐδὲν ἀφ᾽ ἑαυτοῦ ποιεῖ, τῇ Παλαιᾷ προστιθεὶς, ὁ τοσαύτην ἐπιδεικνύμενος ἐξουσίαν; Ἆρά τι γένοιτ᾽ ἂν αἱρετικῶν ἀσθενέστερον; Ἰουδαῖοι μὲν γὰρ ἐξεπλήττοντο, ὅτι ταῦτα ἐδίδασκεν αὐτοὺς Ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· Ἰουδαῖοι ἐξουσίαν αὐτῷ μαρτυροῦσιν· οὗτοι δὲ οὐδὲν ἀφ᾽ ἑαυτοῦ δύνασθαι μαρτυροῦσι. Καὶ οὐκ εἶπαν, ὡς ἐξουσίαν ἔχων, ἀλλ᾽, Ὡς ἐξουσίαν ἔχων.

Οὐ γὰρ ὕστερον αὐτῷ ἡ ἐξουσία προσεγένετο, ἀλλ᾽ ἀπηρτισμένη ἡ ἐξουσία ἐγενήθη οὐδενὸς προσδεομένη. Διὸ καὶ ἔλεγε περὶ βασιλείας ἐρωτώμενος· Ἐγὼ εἰς τοῦτο γεγέννημαι. Πάλιν προσηνέχθη αὐτῷ παραλυτικὸς, καί φησιν, ἐπειδὴ τὰ ἁμαρτήματα αὐτοῦ ἴασεν· Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς, λέγει αὐτῷ· Ἆρον τὴν κλίνην, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Οἱ ὄχλοι ἔλεγον ὅτι ὡς ἐξουσίαν ἔχων πάντα ποιεῖ· αὐτὸς δὲ, ὅτι Ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς· καὶ, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Νομοθετεῖ μετὰ ἐξουσίας, ἁμαρτήματα λύει μετὰ ἐξουσίας, θανάτου καὶ ζωῆς ἐξουσίαν ἔχει, καὶ πῶς λέγεις, ὅτι ἀφ᾽ ἑαυτοῦ ποιεῖ οὐδέν; Ἆρά τι γένοιτο τῆς νίκης ταύτης σαφέστερον;

ϛʹ. Ἀλλ᾽ εἰ βούλεσθε λοιπὸν, τῶν αἱρετικῶν ἀπαλλαγέντες, τὴν λύσιν ἐπάγωμεν τοῖς εἰρημένοις, πρότερον ἐκεῖνο ὑμᾶς διδάξαντες, ὅτι τὸ, Οὐ δύναται, ἐπὶ Θεοῦ λεγόμενον, οὐκ ἀσθενείας, ἀλλὰ δυνάμεώς ἐστιν ἀπόδειξις.

Εἰ δὲ καινὸν τὸ εἰρημένον, ἀλλ᾽ ὅμως παρεξόμεθα τὴν ἀπόδειξιν σαφῆ. Ἐὰν εἴπω, ὅτι οὐ δυνατὸν ἁμαρτῆσαι τὸν Θεὸν, οὐκ ἀσθενείας αὐτοῦ κατηγορῶ, ἀλλὰ μεγίστην αὐτῷ μαρτυρῶ δύναμιν. Ἐὰν εἴπω, ὅτι οὐ δυνατὸν ψεύσασθαι τὸν Θεὸν, καὶ πάλιν τὸ αὐτὸ ἀποδείκνυμι.

Καθάπερ καὶ ὁ Παῦλος ἔλεγεν· Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. Ὁρᾷς τὸ, Οὐ δύναται, δυνάμεως σημεῖον ὄν; Καὶ τί λέγω περὶ Θεοῦ; Ἐπὶ γὰρ τῶν ὑλῶν τούτων τῶν αἰσθητῶν γυμνάζω τὸν λόγον. Ἐὰν εἴπω, ὅτι ὁ ἀδάμας οὐ δύναται διασπασθῆναι, ἆρα ἀσθένειαν αὐτῷ διὰ τοῦ, οὐ δύναται, ἢ δύναμιν αὐτῷ μαρτυρῶ μεγίστην;

Ὅταν οὖν ἀκούσῃς, ὅτι οὐ δύναται ὁ Θεὸς ἁμαρτεῖν, οὐδὲ δύναται ψεύσασθαι, οὐδὲ δύναται ἀρνήσασθαι ἑαυτὸν, μὴ ἀσθένειαν νομίσῃς ἐκ τοῦ μὴ δύνασθαι λέγεσθαι, ἀλλὰ μεγίστην σφόδρα δύναμιν, ὅτι ἀνεπίδεκτος αὐτοῦ ἡ οὐσία πονηρίας πάσης, ἄβατος, καθαρὰ, ἀνωτέρα. Ἐπεὶ οὖν τοῦτο διευκρίνηται, φέρε δὴ ἐπὶ τὸ προκείμενον ἀγάγωμεν τοῦ λόγου τὴν γυμνασίαν. Οὐ δύναται ὁ Υἱὸς ἀφ᾽ ἑαυτοῦ ποιεῖν οὐδέν. Τί οὖν ἐστι τὸ, Ἀφ᾽ ἑαυτοῦ; Ἐὰν γὰρ τοῦτο μάθητε μετὰ ἀκριβείας, τότε εἴσεσθε αὐτοῦ τὴν πολλὴν ἐγγύτητα τὴν πρὸς τὸν γεγεννηκότα, τὸ ἀπαράλλακτον τῆς οὐσίας, τὸ τοιαύτης αὐτὸν εἶναι οὐσίας, οἵας καὶ ὁ Πατήρ. Τί οὖν ἐστι τὸ, Οὐ δύναται ἀφ᾽ ἑαυτοῦ; Ἴδιόν τι παρὰ τὸν Πατέρα ποιεῖν, οὐ δύναται ξένον καὶ κεχωρισμένον παρὰ τὸν Πατέρα ποιεῖν, οὐδὲ ἠλλοτριωμένον τι ποιῆσαι, οὐδὲ ἄλλο τι παρ᾽ ὃ ποιεῖ ὁ Πατήρ· ἃ γὰρ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ οὗτος ποιεῖ. Τὸ οὖν, Ἀφ᾽ ἑαυτοῦ οὐ δύναται ποιεῖν, οὐκ ἐλευθερίας ἀναίρεσις, οὐδὲ ἐξουσίας ἀφανισμὸς, ἀλλ᾽ ὁμονοίας ἀπόδειξις, καὶ συμφωνίας μαρτυρία, καὶ ἀκριβοῦς ἐγγύτητος, καὶ ἀπαραλλαξίας σημεῖον.

Ἐπειδὴ γὰρ τὸ σάββατον ἔλυσε, καὶ παρανομίαν αὐτῷ ἐνεκάλουν λέγοντες· Ἄλλα μὲν ὁ Θεὸς ἐπέταξεν, ἄλλα δὲ σὺ ποιεῖς· ταύτην ἐμφράττων αὐτῶν τὴν ἀναισχυντίαν λέγει· Οὐκ ἔστιν ὑπ᾽ ἐμοῦ ἄλλο τι γεγενημένον παρὰ τὸ γενόμενον ὑπὸ τοῦ Πατρός· οὐδὲ ἐναντίος αὐτοῦ εἰμι καὶ πολέμιος. Εἰ δὲ μὴ οὕτως εἶπεν, ἀλλ᾽ ἀνθρωπινώτερον καὶ παχύτερον τὸν λόγον ἐσχημάτιζεν, ἐννόησον ὅτι πρὸς Ἰουδαίους διελέγετο, τοὺς ἀντίθεον αὐτὸν νομίζοντας.

Διά τοι τοῦτο καὶ ταχέως ἐπήγαγεν, ἵνα μηδεὶς μηδὲν τοιοῦτον ὑποπτεύσῃ· Τὰ γὰρ ἔργα, ἃ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Εἰ δὲ μηδὲν ἀφ᾽ ἑαυτοῦ ποιεῖ, πῶς ὁμοίως ποιεῖ; Οὐ γὰρ τὸ ποιῆσαι μέγα· τοῦτο γὰρ καὶ οἱ ἀπόστολοι ἐποίουν, νεκροὺς ἤγειρον, λεπροὺς ἐκάθηρον, ἀλλ᾽ οὐχ Ὁμοίως ὡς αὐτός. Ἀλλὰ πῶς ἐκεῖνοι; Τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ ἐξουσίᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Πῶς δὲ Ἰησοῦς; Ἵνα εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς· καὶ πάλιν ἐπὶ τῆς τῶν νεκρῶν ἀναστάσεως· Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Καίτοι ἤρκει τὸ, Οὕτως· ἀλλ᾽ ἐκ περιουσίας τὴν ἀναισχυντίαν τῶν φιλονεικεῖν βουλομένων ἀναστέλλων, καὶ τὸ, Θέλει, προσέθηκε, δῆλον ὅτι μετ᾽ ἐξουσίας ἁπάσης. Διὰ τοῦτό φησι· Τὰ γὰρ ἔργα, ἃ ἐκεῖνος ποιεῖ· οὐκ εἶπε, τοιαῦτα καὶ ὁ Υἱὸς ποιεῖ, ἀλλ᾽ αὐτὰ ἐκεῖνα ὁ Υἱὸς ποιεῖ. Πάντα γὰρ δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ὁρᾷς πῶς συνωθεῖ τὸν λόγον εἰς ἀκριβῆ τινα ἑνότητα καὶ συνάφειαν καὶ ἐγγύτητα, οὐ τοιαῦτα λέγων, ἀλλ᾽, Αὐτὰ, καὶ, Ὁμοίως, λέγων, ὡς Πατήρ; Διὰ δὴ τοῦτο καὶ ἐν τῇ συγκαταβάσει τοῦ λόγου σχηματίζων αὐτὸν, καὶ ἐκεῖ μετὰ ἀσφαλείας πολλῆς ἐχρήσατο τῇ ῥήσει.

Οὐ γὰρ εἶπεν, ἐὰν μή τι διδάσκηται παρὰ τοῦ Πατρὸς, ἵνα μὴ μαθητεύοντα αὐτὸν εἰσαγάγῃς· οὐδὲ εἶπεν, ἐὰν μή τι κελεύηται, ἵνα μὴ τῆς τῶν δούλων τάξεως ὑποπτεύσῃς· ἀλλὰ, Ἂν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα.

Καὶ τοῦτο δὲ αὐτὸ πολλῆς πρὸς τὸν Πατέρα ἐγγύτητος, καὶ οὕτως εἰρημένον. Εἰ γὰρ δύναται τὸν Πατέρα ὁρᾷν ἐργαζόμενον, καὶ εἰδέναι πῶς ἐργάζηται, τῆς αὐτῆς ἐστιν οὐσίας. Πολλάκις γὰρ καὶ ἔμπροσθεν ἀπεδείξαμεν, ὅτι οὐσίαν οὐδεὶς ἰδεῖν δύναται μετὰ ἀκριβείας, οὐδὲ γνῶναι σαφῶς, ἐὰν μὴ τῆς αὐτῆς φύσεως ᾗ. Ἄγγελον γοῦν γυμνῇ τῇ οὐσίᾳ παραγενόμενον ἄνθρωπος ἰδεῖν οὐκ ἠδυνήθη, καὶ ταῦτα πολλῇ ἀρετῇ κεκοσμημένος ὁ Δανιήλ. Διὰ δὴ τοῦτο ὡς ἐξαίρετον τοῦτο ὂν αὐτοῦ τῆς φύσεως ἐτίθει λέγων· Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Καὶ πάλιν· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, αὐτὸς ἑώρακε τὸν Πατέρα. Καίτοι πολλοὶ εἶδον καὶ ἄλλοι, προφῆται, καὶ πατριάρχαι, καὶ δίκαιοι, καὶ ἄγγελοι· ἀλλὰ τὴν ἀκριβῆ λέγει γνῶσιν. Οὐ μὴν τοῦτο ἐροῦμεν, ὅτι βλέπων αὐτὸν τότε ποιεῖ· ἐπεὶ τὸ, Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, πῶς ἂν ἔχοι λόγον; καὶ τὸ, Τὰ ἔργα, ἃ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ; Εἰ γὰρ ὁμοίως ποιεῖ, πῶς βλέπων αὐτὸν πρότερον τότε ποιεῖ; Ἀνάγκη γὰρ ἔσται κατὰ τὸν σὸν λόγον, καὶ τὸν Πατέρα βλέποντα ἕτερον ἐργαζόμενον οὕτως ποιεῖν· ὅπερ ἐσχάτης μανίας καὶ ἀνοίας ἐστίν.

Ἀλλ᾽ ἵνα μὴ τὰ ἀσθενῆ ταῦτα διελέγχοντες καὶ ἄτοπα, μηκύνωμεν τὸν λόγον, ἐκεῖνο ἐροῦμεν· ὅτι ἐπειδὴ πρὸς Ἰουδαίους ὁ λόγος ἦν αὐτῷ, τοὺς ἀντίθεον αὐτὸν εἶναι λέγοντας καὶ πολέμιον τῷ νομοθέτῃ, καὶ ἀπὸ τῶν γινομένων τοῦτο συλλέγοντας, διὰ τοῦτο οὕτως ἐσχημάτισε τὸν λόγον ἀνθρωπινώτερον καὶ παχύτερον, τῷ συνετῷ ἀκροατῇ καταλιμπάνων εἰδέναι τὴν θεοπρεπῆ ἔννοιαν, καὶ τοὺς παχύτερόν τι ἐννοοῦντας διορθούμενος· διὸ ἔφησε· Τὰ γὰρ ἔργα ἃ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Οὐ γὰρ δὴ ἀναμένει τὸν Πατέρα ἰδεῖν ἐργαζόμενον, καὶ τότε ποιεῖ, οὐδὲ μαθητείας δεῖται· ἀλλ᾽ ὁρᾷ μὲν αὐτοῦ τὴν οὐσίαν, καὶ οἶδεν αὐτὴν σαφῶς· Καθάπερ γὰρ γινώσκει με, φησὶν, ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· ἐργάζεται δὲ ἅπαντα καὶ δημιουργεῖ μετ᾽ ἐξουσίας τῆς αὐτῷ προσηκούσης, μετὰ συνέσεως καὶ σοφίας τῆς αὐτῷ συγκεκληρωμένης, οὐ δεόμενος μανθάνειν, οὐ δεόμενος ἰδεῖν. Πῶς γὰρ ἀπηκριβωμένη εἰκὼν πρὸς τὸν γεγεννηκότα ὢν καὶ ὁμοίως πάντα ἐκείνῳ ποιῶν, καὶ μετὰ τῆς αὐτῆς δυνάμεως; Περὶ γὰρ δυνάμεως διαλεγόμενος ταῦτα ἐπήγαγε λέγων· Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν.