Ἐπειδὴ γὰρ ἀνῆλθεν εἰς τὸ ὄρος, καὶ τὴν καινὴν ἔμελλε διδόναι διαθήκην, φησίν· Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ὃς δ᾽ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ᾽ ἂν εἴπῃ, Μωρὲ, ἔνοχος ἔσται ἐν τῇ γεέννῃ τοῦ πυρός. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει. Ἠκούσατε ὅτι ἐῤῥέθη, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ἐγὼ δὲ λέγω, μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ᾽ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Τί τοῦτο; ὁ μηδὲν ἀφ᾽ ἑαυτοῦ ποιῶν καὶ τὰ τοῦ Πατρὸς διορθοῦται, καὶ τὴν νομοθεσίαν ἐπὶ τὸ βέλτιον ἄγει; Ὅταν δὲ εἴπω, διορθοῦται, μηδὲν βλάσφημον ὑποπτεύσῃς, ὡς τοῦ Πατρὸς ἀτονωτέρου ὄντος. Εἰ γὰρ καὶ ἡ νομοθεσία ἐλάττων, ἀλλ᾽ οὐ παρὰ τὸν Θεὸν, ἀλλὰ παρὰ τοὺς δεξαμένους τὸν νόμον. Ἀλλὰ καὶ ἡ Παλαιὰ τοῦ Μονογενοῦς, καὶ ἡ Καινὴ τοῦ Πατρός. Πῶς οὖν, εἰπέ μοι, οὐδὲν ἀφ᾽ ἑαυτοῦ ποιεῖ, τῇ Παλαιᾷ προστιθεὶς, ὁ τοσαύτην ἐπιδεικνύμενος ἐξουσίαν; Ἆρά τι γένοιτ᾽ ἂν αἱρετικῶν ἀσθενέστερον; Ἰουδαῖοι μὲν γὰρ ἐξεπλήττοντο, ὅτι ταῦτα ἐδίδασκεν αὐτοὺς Ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· Ἰουδαῖοι ἐξουσίαν αὐτῷ μαρτυροῦσιν· οὗτοι δὲ οὐδὲν ἀφ᾽ ἑαυτοῦ δύνασθαι μαρτυροῦσι. Καὶ οὐκ εἶπαν, ὡς ἐξουσίαν ἔχων, ἀλλ᾽, Ὡς ἐξουσίαν ἔχων.