Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ὄφελον ἀνείχεσθέ μου μικρόν τι τῆς ἀφροσύνης

Ἰωάννης ὁ Χρυσόστομος

Η στάση των αγίων έναντι των αρετών και το παράδειγμα των αποκαλύψεων

Η πρακτική των αγίων να ομολογούν τα αμαρτήματά τους και να αποκρύπτουν τα αγαθά τους έργα, με επίκεντρο τη δεκατετραετή αποσιώπηση της αρπαγής του Παύλου στον τρίτο ουρανό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

εʹ. Τοιοῦτον γὰρ τῶν ἁγίων τὸ ἔθος· εἰ μέν τι πράξαιεν φαῦλον, ἐκπομπεύουσιν αὐτὸ, καὶ καθ᾽ ἑκάστην ἡμέραν θρηνοῦσι καὶ πᾶσι ποιοῦσι κατάδηλον· εἰ δέ τι γενναῖον καὶ μέγα, ἀποκρύπτουσι καὶ λήθῃ παραπέμπουσιν.

Αὐτὸς γοῦν οὗτος ὁ ἅγιος τὰ μὲν ἁμαρτήματα καὶ μηδενὸς βιαζομένου, συνεχῶς ἔστρεφε καὶ ἐξεπόμπευε, νῦν μὲν λέγων, Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· νῦν δὲ λέγων, Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ᾽ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· καὶ πάλιν, Ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί· ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ· καὶ πάλιν, Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη. Ὁρᾷς πῶς οὐ τῶν ἀποστόλων μόνον, ἀλλὰ καὶ ἁπλῶς τῶν πιστῶν ἁπάντων ἔσχατον ἑαυτὸν καλεῖ, Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ, εἰπὼν, πάντων τῶν ἁγίων ἐδόθη ἡ χάρις αὕτη; Οὕτως οὐδὲ τῆς σωτηρίας, δι᾽ ἧς ἐσώθη, ἄξιος εἶναί φησιν· εἰπὼν γὰρ ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· ἄκουσον καὶ διὰ ποίαν αἰτίαν τοῦτο λέγει· Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρῶτον ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾽ αὐτῷ εἰς ζωὴν αἰώνιον.

Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ διὰ τὴν ἀξίαν μετάθεσιν τοῦ βίου ἠλεήθην, μὴ τοῦτο νομίσῃς· ἀλλ᾽ ἵνα μηδεὶς ἀπογνῷ τῶν ἐν κακίᾳ βεβιωκότων, μηδὲ τῶν τῷ Χριστῷ πολεμησάντων, τὸν πάντων ἔσχατον, καὶ μεθ᾽ ὃν οὐδεὶς ἦν ἕτερος οὕτω πολέμιος τῷ Χριστῷ, σωθέντα ὁρῶν. Καὶ ὁ μὲν Χριστός φησιν, Ὅτι σκεῦος ἐκλογῆς μοί ἐστι τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων· οὗτος δὲ οὐδὲν ὑπὸ τῶν ἐγκωμίων ἐκείνων φυσηθεὶς, μένει ταλανίζων ἑαυτὸν μετὰ τοσαύτην παῤῥησίαν, πρῶτον τῶν ἁμαρτωλῶν ἑαυτὸν καλῶν, καὶ διὰ τοῦτο ἠλεῆσθαι λέγων, ἵνα μηδεὶς τῶν πρὸς ἐσχάτην ἐληλακότων κακίαν ἀπογνῷ τῆς οἰκείας σωτηρίας, πρὸς αὐτὸν καὶ τὴν εἰς αὐτὸν γενομένην φιλανθρωπίαν βλέπων.

ϛʹ. Τὰ μὲν οὖν ἁμαρτήματα, καὶ μηδεμιᾶς οὔσης ἀνάγκης, ἐκπομπεύει καθ᾽ ἑκάστην ἡμέραν ἐν ταῖς ἐπιστολαῖς αὐτοῦ πάσαις, στηλιτεύων καὶ δῆλα ποιῶν οὐχὶ τοῖς τότε μόνον ἀνθρώποις, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα ἐσομένοις πᾶσι· τὰ δὲ ἐγκώμια, καὶ ἀνάγκην οὖσαν ὁρῶν, ὅμως ὀκνεῖ καὶ ἀναδύεται διηγήσασθαι.

Καὶ τοῦτο δῆλον μὲν ἐξ ὧν μυριάκις ἀφροσύνην τὸ πρᾶγμα ἐκάλεσε, δῆλον δὲ καὶ ἀπὸ τοῦ χρόνου παντὸς, ὃν ἐσίγησε τὴν θαυμαστὴν καὶ θείαν ἀποκάλυψιν ἐκείνην· οὐ γὰρ δὴ τότε, οὐδὲ πρὸ δύο καὶ τριῶν καὶ δέκα ἐτῶν, ἀλλὰ πολλῷ πλειόνων ἦν αὐτὴν ἑωρακώς.

Διὰ τοῦτο καὶ τὸν χρόνον αὐτὸν τίθησιν οὕτω λέγων· Οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων ἁρπαγέντα ἕως τρίτου οὐρανοῦ· ἵνα σὺ μάθῃς, ὅτι οὐκ ἂν οὐδὲ τότε ἐφθέγξατο, εἰ μὴ πολλὴν εἶδεν ἀνάγκην ἐπικειμένην. Εἰ γὰρ ἐβούλετο τοὺς οἰκείους ἐπαίνους διεξιέναι, εὐθέως ἂν αὐτὴν εἶπεν, ὅτε εἶδεν, ἢ τῷ πρώτῳ καὶ δευτέρῳ καὶ τρίτῳ ἔτει· νυνὶ δὲ ἔτη δεκατέσσαρα ἐκαρτέρησε καὶ ἐσίγησε καὶ πρὸς οὐδένα ἐξεῖπεν, ἀλλὰ πρὸς Κορινθίους μόνον. Καὶ πότε; Ὅτε τοὺς ψευδαποστόλους εἶδεν ἐπιφυέντας, δεικνὺς ὅτι οὐδ᾽ ἂν τότε ἐφθέγξατο, εἰ μὴ τοσαύτην ἑώρα διαφθορὰν ἐν τοῖς μαθηταῖς γενομένην. Ἀλλ᾽ οὐχ ἡμεῖς οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν ποιοῦμεν· τῶν μὲν ἁμαρτημάτων οὐδὲ μίαν μεμνήμεθα ἡμέραν, ἀλλὰ κἂν ἑτέρων μνησθέντων ἀκούσωμεν, ἀγανακτοῦμεν, δυσχεραίνομεν, ὕβριν τὸ πρᾶγμα λογιζόμεθα, μυρίαις αὐτοὺς πλύνομεν λοιδορίαις· εἰ δέ τι μικρὸν ἐργασώμεθα ἀγαθὸν, τοῦτο συνεχῶς στρέφομεν, καὶ τοῖς μεμνημένοις αὐτὸ χάριν ἴσμεν, καὶ φίλους τοὺς τοιούτους εἶναι νομίζομεν· καίτοι γε ὁ Χριστὸς τὸ ἐναντίον ἐπέταξε, κατορθωμάτων μὲν ἐπιλελῆσθαι, ἁμαρτημάτων δὲ μεμνῆσθαι. Καὶ τοῦτο δῆλον μὲν ἡμῖν ἐποίησε καὶ δι᾽ ὧν τοῖς μαθηταῖς παρῄνει λέγων· Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· καὶ διὰ τῆς τοῦ Φαρισαίου παραβολῆς, τὸν τελώνην αὐτοῦ προθείς.

Ὥσπερ γὰρ τοῦτον ἡ μνήμη τῶν ἁμαρτημάτων ἐδικαίωσεν, οὕτως ἐκεῖνον ἡ μνήμη τῶν κατορθωμάτων ἀπώλεσε. Καὶ Ἰουδαίοις δὲ ὁ Θεὸς τὰ αὐτὰ δὴ ταῦτα παραινεῖ, λέγων οὕτως· Ἐγώ εἰμι αὐτὸς ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθῶ· σὺ δὲ μνήσθητι.