Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ὄφελον ἀνείχεσθέ μου μικρόν τι τῆς ἀφροσύνης

Ἰωάννης ὁ Χρυσόστομος

Το ιστορικό πλαίσιο της Κορίνθου και η αναγκαστική καύχηση του Αποστόλου

Ανάλυση της δράσης των ψευδαποστόλων, οι συκοφαντίες κατά του Παύλου και η συνετή διστακτικότητά του να προβεί σε εγκώμια του εαυτού του για τη σωτηρία του ποιμνίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

γʹ. Τί ποτ᾽ οὖν ἐστι τὸ λεγόμενον; Ψευδαπόστολοι πολλοὶ ἦσαν παρὰ τοῖς Κορινθίοις, διαφθείροντες αὐτοὺς, κατηγοροῦντες τοῦ Παύλου, ὑπορύττοντες αὐτοῦ τὴν δόξαν, ἢν παρὰ τοῖς μαθηταῖς εἶχεν, εἰς εἰρωνείαν αὐτὸν σκώπτοντες, ὡς ἀλαζόνος κατηγοροῦντες.

Πρὸς τούτους καὶ διατεινόμενος πολλαχοῦ τῆς ἐπιστολῆς φαίνεται. Καὶ γὰρ ὅταν λέγῃ, Οὔκ ἐσμεν ὥσπερ οἱ λοιποὶ, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ· καὶ πάλιν εἰπὼν, Ἀβαρῆ ὑμῖν ἐμαυτὸν ἐτήρησα, καὶ ὑποσχόμενος διαπαντὸς τοῦτον ἀκίνητον διατηρῆσαι τὸν νόμον (Ἔστι γὰρ, φησὶν, ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ, ὅτι ἡ καύχησίς μου αὕτη οὐ φραγήσεται ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας), ἐν τῇ τῆς αἰτίας ἐπαγωγῇ ᾐνίξατο τοὺς μιαροὺς ἐκείνους οὕτως εἰπών· Διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Ὁ Θεὸς οἶδεν.

Ἀλλ᾽ ὃ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν· καὶ ἀνωτέρω δὲ τούτων παρακαλεῖ τοὺς μαθητὰς μὴ καταστῆσαι αὐτὸν εἰς ἀνάγκην τοῦ τὴν οἰκείαν ἐπιδεῖξαι δύναμιν αὐτοῖς, οὑτωσὶ λέγων· Δέομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾖ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας.

Αὐτοὶ γὰρ οὗτοι, περὶ ὧν ταῦτά φησιν, εἰς εἰρωνείαν αὐτὸν διαβάλλοντες, οὕτως ἔλεγον, ὅτι αἱ μὲν ἐπιστολαὶ Παύλου πολὺν ἔχουσιν ὄγκον καὶ ῥημάτων ἀπόνοιαν, αὐτὸς δὲ οὐδαμινὸς καὶ εὐτελὴς καὶ ἀπεῤῥιμμένος. Ἐπειδὰν γοῦν ἐνταῦθα παραγένηται, οὐδενὸς ἄξιος φαίνεται λόγου· ὅπερ οὖν καὶ αὐτὸ πάλιν ἐμφαίνων ἔλεγεν, Ἵνα δὲ μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν· ὅτι αἱ μὲν ἐπιστολαὶ, φησὶ, βαρεῖαι καὶ ἰσχυραὶ, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος.

Εἶτα αὐτοῖς ἐγκαλῶν τοῖς Κορινθίοις τοῖς ἀναπειθομένοις, φησίν· Ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν, ἵν᾽ ὑμεῖς ὑψωθῆτε; Καὶ ἀποδυόμενος δὲ τὸ ἔγκλημα αὐτὸ ἐκεῖνο πάλιν λέγει· Ὅτι οἷοί ἐσμεν δι᾽ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ. Ἐπεὶ οὖν πολλοὶ παρ᾽ αὐτοῖς ἦσαν ψευδαπόστολοι, οὓς καὶ ἐργάτας δολίους καλεῖ, οὕτω λέγων· Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ. Καὶ οὐ θαυμαστόν· καὶ γὰρ αὐτὸς ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. Οὐ μέγα οὖν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης. Ἐπεὶ οὖν οὗτοι μυρίας εὑρόντες κατ᾽ αὐτοῦ διαβολὰς, τοὺς μαθητὰς ἔβλαπτον, οὑ τὴν προσήκουσαν περὶ αὐτοῦ πείθοντες αὐτοὺς ἔχειν δόξαν, ἀναγκάζεται λοιπὸν εἰς διήγησιν τῶν οἰκείων ἐγκωμίων ἐμπεσεῖν· οὐδὲ γὰρ ἦν τὸ σιγᾷν λοιπὸν ἀσφαλές.

Ἐπεὶ οὖν μέλλει τοὺς οἰκείους ἄθλους ἡμῖν ἐξηγεῖσθαι, καὶ τὰς ἀποκαλύψεις, ἃς εἶδε, καὶ τοὺς μόχθους, οὓς ἐμόχθησε, βουλόμενος δεῖξαι πᾶσιν, ὅτι ἄκων καὶ βιαζόμενος τοῦτο ποιεῖ, καὶ ἀνάγκην οὖσαν ὁρῶν, ὅμως ἀφροσύνης αὐτὸ πρᾶγμα ἐκάλεσεν, οὕτως εἰπών· Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ.

Μέλλω, φησὶ, πρᾶγμα ἀνόητον ποιεῖν, καὶ ἐγκωμιάζειν καὶ ἐπαινεῖν· ἀλλ᾽ οὐκ ἐγὼ τούτων αἴτιος, ἀλλ᾽ οἱ εἰς τοιαύτην με ἀνάγκην ἐμβαλόντες· διὰ τοῦτο παρακαλῶ ὑμᾶς ἀνασχέσθαι, κἀκείνοις τὴν αἰτίαν λογίσασθαι.

δʹ. Καὶ ὅρα τὴν Παύλου σύνεσιν· εἰπὼν, Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· ἀλλὰ καὶ ἀνέχεσθέ μου· ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ, οὐκ εὐθέως ἦλθεν ἐπὶ τὴν διήγησιν τῶν ἐγκωμίων, ἀλλὰ μεταξὺ πάλιν ἐνθεὶς ῥήματα, οὕτω πώς φησιν· Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μήγε, κἂν ὡς ἄφρονα δέξασθέ με. Καὶ οὐδὲ οὕτως ἥψατο τῆς διηγήσεως, ἀλλὰ πάλιν ἐπάγει καὶ λέγει· Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον, ἀλλ᾽ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Καὶ οὐδὲ μετὰ ταῦτα τὰ ῥήματα ἐτόλμησε καθεῖναι, ἀλλὰ πάλιν ὁρμήσας ἀνακρούεται καί φησιν· Ἐπειδὴ πολλοὶ καυχῶνται κατὰ τὴν σάρκα, κἀγὼ καυχήσομαι· ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες. Εἶτα πάλιν ἀναδύεται καὶ ὀκνεῖ, καὶ ἕτερά τινα εἰπὼν, πάλιν ἐπάγει· Ἐν ᾧ δ᾽ ἄν τις τολμῶ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Καὶ τότε μόλις μετὰ τοσαύτας προδιορθώσεις κατετόλμησε τῆς διηγήσεως τῶν ἐγκωμίων.

Καὶ καθάπερ ἵππος κρημνὸν ἀπότομον ὑπερβαίνειν μέλλων, ὁρμᾷ μὲν ὡς ὑπερβάλλεσθαι μέλλων, τὸ δὲ βάθος ἰδὼν ναρκᾷ καὶ συστέλλεται, εἶτα τὸν ἐπιβάτην ὁρῶν σφοδρότερον ἀναγκάζοντα, πάλιν ἐπιχειρεῖ, καὶ τὸ αὐτὸ τοῦτο πάσχει, καὶ τὴν ἀνάγκην ἐνδεικνύμενος καὶ τὴν βίαν, ἵσταται ἐπὶ πολὺ χρεμετίζων ἐπὶ τοῦ χείλους τῆς φάραγγος, ὅπως παραθαῤῥύνας ἑαυτὸν κατατολμήσῃ· οὕτω καὶ ὁ μακάριος Παῦλος καθάπερ ἐπὶ κρημνόν τινα μέλλων ἑαυτὸν ἀφιέναι, τῶν οἰκείων ἐγκωμίων τὴν διήγησιν, καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις ἀναδύεται οὕτω λέγων· Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· καὶ πάλιν, Μή τις με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μήγε, κἂν ὡς ἄφρονα δέξασθέ με· καὶ, Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον, ἀλλ᾽ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως· καὶ πάλιν, Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσομαι· ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες· καὶ πάλιν, Ἐν ᾧ δ᾽ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Καὶ μυριάκις ἑαυτὸν ἄφρονα καλέσας καὶ ἀνόητον, τότε μόλις ἐτόλμησεν ἐλθεῖν εἰς τοὺς ἐπαίνους τοὺς ἑαυτοῦ· Ἑβραῖοί εἰσι; κἀγώ· Ἰσραηλῖταί εἰσι; κἀγώ· σπέρμα Ἀβραάμ εἰσι; κἀγώ· διάκονοι Χριστοῦ εἰσι; κἀγώ.

Καὶ οὐδὲ ἐνταῦθα ἐπελάβετο ἑαυτοῦ, ἀλλὰ πάλιν τίθησι τὴν προδιόρθωσιν, οὕτως ἐπάγων· Παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ μετὰ τὸ διηγήσασθαι πάντα αὐτοῦ τὰ ἐγκώμια, λέγει· Γέγονα ἄφρων καυχώμενος· ὑμεῖς με ἠναγκάσατε.

Ὡσεὶ ἔλεγεν, Ἐκείνων μοι λόγος οὐδεὶς ἦν, εἰ τὰ ὑμέτερα ἦν ἐῤῥωμένα, εἰ μὴ παρετρέπεσθε, μηδὲ ἐσαλεύεσθε. Καὶ γὰρ εἰ διαπαντὸς ἡμᾶς ἔλεγον ἐκεῖνοι κακῶς, οὐδεμία μοι βλάβη διὰ τῆς ἐκείνων ἐγίνετο κακηγορίας. Ἐπειδὴ δὲ εἶδον τὸ ποίμνιον διαφθειρόμενον, τοὺς μαθητὰς ἀποπηδῶντας, κατεφρόνησα φορτικοῦ πράγματος καὶ ἐπαχθοῦς, καὶ ἠναγκάσθην ἄφρων γενέσθαι, τὰ ἐμαυτοῦ λέγων ἐγκώμια δι᾽ ὑμᾶς καὶ τὴν ὑμετέραν σωτηρίαν.