Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ὄφελον ἀνείχεσθέ μου μικρόν τι τῆς ἀφροσύνης

Ἰωάννης ὁ Χρυσόστομος

Συμπεράσματα, προτροπή σε ταπεινοφροσύνη και δοξολογία

Σύνδεση των παραδειγμάτων των αγίων με τα λόγια του αποστόλου Παύλου, τελική προτροπή για ταπεινοφροσύνη και καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

ιʹ. Ὁρᾷς πῶς ἔθος τοῖς ἁγίοις μὴ τὰ ἑαυτῶν κατορθώματα λέγειν, εἰ μή ποτε καταναγκασθεῖεν; Διὰ τοῦτο καὶ ὁ Παῦλος πρὸς τούτους βλέπων, καὶ παιδευόμενος ἀκριβῶς, ὅτι τὸ αὐτόν τινα περὶ ἑαυτοῦ λέγειν ἐπαχθὲς καὶ φορτικὸν, ἔλεγεν· Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· οὐ μέγα, ἀλλὰ μικρόν τι. Οὐδὲ γὰρ ἀνάγκης οὔσης μετὰ δαψιλείας ἐκχεῖν ἑαυτὸν εἰς τὴν διήγησιν τῶν ἐγκωμίων παρεσκεύασται, ἀλλὰ διὰ βραχέων αὐτὰ παρατρέχει· καὶ αὐτὸ δὴ τοῦτο δι᾽ ἐκείνους καὶ τὴν ἐκείνων σωτηρίαν.

Ὥσπερ γὰρ, οὐκ οὔσης ἀνάγκης λέγειν τὰ οἰκεῖα κατορθώματα, ἀνοίας ἐστὶν ἐσχάτης, οὕτως ἀνάγκης ἐπικειμένης καὶ βίας ὠθούσης, πάλιν προδοσία ἐστὶ τὸ σιγᾷν τὰ αὐτῶν πεπραγμένα. Ἀλλ᾽ ὅμως ὁ Παῦλος καὶ ἀνάγκην οὖσαν ὁρῶν, ἀπώκνει, καὶ τὸ πρᾶγμα ἀφροσύνην ἐκάλει, ἵνα μάθῃς αὐτοῦ τὴν σύνεσιν καὶ τὴν σοφίαν καὶ τὴν πολλὴν ἀσφάλειαν. Καὶ γὰρ εἰπὼν, Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον, προσέθηκεν, Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Μὴ νομίσῃς, φησὶ, καθόλου με τοῦτο λέγειν. Ὥστε διὰ τοῦτο αὐτὸν μάλιστα ἐπαινῶ καὶ θαυμάζω καὶ σοφώτατον καλῶ, ὅτι πρᾶγμα ἀφροσύνης εἶναι ἐνόμισε τὸ ἑαυτὸν ἐγκωμιάζειν καὶ ἐπαινεῖν. Εἰ δὲ οὗτος ἀνάγκην οὖσαν ὁρῶν, ἀφροσύνην τοῦτο ἐκάλει, τίνος ἂν εἶεν συγγνώμης ἄξιοι, ποίας ἀπολογίας, οἱ μηδὲ ἀνάγκης οὔσης περὶ ἑαυτῶν λέγοντες μεγάλα, ἢ καὶ ἑτέρους λέγειν καταναγκάζοντες; Ταῦτ᾽ οὖν εἰδότες, μὴ ἐπαινῶμεν τὰ λεγόμενα μόνον, ἀλλὰ καὶ μιμησώμεθα καὶ ζηλώσωμεν, καὶ κατορθωμάτων ἐπιλανθανόμενοι, τῶν ἁμαρτημάτων ἀεὶ μνημονεύωμεν, ἵνα καὶ μετριάζειν δυνώμεθα, καὶ πρὸς τὰ ἔμπροσθεν ἐπεκτεινόμενοι, τὸ βραβεῖον λάβωμεν τῆς ἄνω κλήσεως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.