Οὐ γὰρ δὴ ἀγνοῶν μόνον εὑρεθήσεται, ἀλλὰ καὶ παραιτούμενος τὸν σταυρόν· ὃ γὰρ λέγει τοῦτό ἐστιν· Εἰ ἐγχωρεῖ, φησὶ, μὴ ἐμπέσοιμι εἰς τὸ σταυρωθῆναι, μηδὲ ἀναιρεθῆναι. Καίτοι τῷ Πέτρῳ τῷ κορυφαίῳ τῶν ἀποστόλων τοῦτο αὐτῷ εἰπόντι, ὅτι Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο, οὕτω σφόδρα ἐπετίμησεν, ὡς εἰπεῖν, Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· καίτοι γε πρὸ μικροῦ μακαρίσας αὐτόν. Ἀλλ᾽ οὕτως αὐτῷ ἄτοπον ἐδόκει εἶναι τὸ μὴ σταυρωθῆναι, ὡς ἐκεῖνον τὸν παρὰ τοῦ Πατρὸς τὴν ἀποκάλυψιν δεξάμενον, τὸν μακαρισθέντα, τὸν λαβόντα τὰς κλεῖς τῶν οὐρανῶν, Σατανᾶν καλέσαι καὶ σκάνδαλον, καὶ αἰτιᾶσθαι, ὡς μὴ φρονοῦντα τὰ τοῦ Θεοῦ, ἐπειδὴ εἶπεν αὐτῷ, Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο, τὸ σταυρωθῆναι. Ὁ τοίνυν τὸν μαθητὴν οὕτως ὑβρίσας, καὶ τοσαύτῃ κατ᾽ αὐτοῦ χρησάμενος τῇ καταφορᾷ, ὡς καὶ Σατανᾶν αὐτὸν καλέσαι μετὰ τοσαῦτα ἐγκώμια, ἐπειδὴ ἔλεγε, Μὴ σταυρωθῇς, πῶς αὐτὸς ἐβούλετο μὴ σταυρωθῆναι; πῶς δὲ μετὰ ταῦτα τοῦ καλοῦ ποιμένος ὑπογράφων τὴν εἰκόνα, τοῦτο ἔφησε μάλιστα δεῖγμα εἶναι τῆς ἀρετῆς αὐτοῦ, τὸ σφάττεσθαι ὑπὲρ τῶν προβάτων, οὕτω λέγων· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων;