Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Πάτερ, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο»

Ἰωάννης ὁ Χρυσόστομος

Η ερμηνεία της ευαγγελικής προσευχής και η θεία πρόγνωση του πάθους

Εξέταση της προσευχής του Κυρίου στο όρος των Ελαιών, ανασκευή της φαινομενικής άγνοιας του Υιού και παράθεση προφητικών μαρτυριών που αποδεικνύουν την τέλεια πρόγνωση του σταυρικού θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 6

Ἐὰν γὰρ οὕτω προσέχητε τοῖς λεγομένοις, καὶ ἡμῖν κουφότερον τὸν πόνον ἐργάσεσθε, καὶ ὑμῖν εὐκολωτέραν τὴν εὕρεσιν κατασκευάσετε. Τί οὖν ἐστι τὸ ἀνεγνωσμένον; Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ᾽ ἐμοῦ. Τί ποτέ ἐστιν ὅ φησι;

Δεῖ γὰρ τὸ εἰρημένον σαφέστερον ἑρμηνεύσαντας, οὕτως ἐπαγαγεῖν τὴν λύσιν. Τί οὖν ἐστιν ὅ φησι; Πάτερ, εἰ δυνατὸν, παράγαγε τὸν σταυρόν. Τί λέγεις; ἀγνοεῖ εἴτε δυνατὸν, εἴτε ἀδύνατον, τοῦτο; Καὶ τίς ἂν τοῦτο εἴποι; Καίτοι τὰ ῥήματα ἀγνοοῦντός ἐστιν· ἡ γὰρ τοῦ, Εἰ, προσθήκη, ἀμφιβάλλοντός ἐστιν, ἀλλ᾽, ὅπερ ἔφην, οὐ δεῖ τοῖς ῥήμασι προσέχειν, ἀλλὰ πρὸς τὰ νοήματα τρέπεσθαι, καὶ τὸν σκοπὸν τοῦ λέγοντος εἰδέναι, καὶ τὴν αἰτίαν, καὶ τὸν καιρὸν, καὶ πάντα συναγαγόντα, οὕτω θηρᾷν τὴν ἐναποκειμένην διάνοιαν. Ἡ οὖν σοφία ἡ ἀπόῤῥητος, ὁ τὸν Πατέρα οὕτως εἰδὼς, ὡς ὁ Πατὴρ οἶδε τὸν Υἱὸν, πῶς ἂν τοῦτο ἠγνόησεν; Οὐδὲ γὰρ μείζων αὕτη ἡ γνῶσις ἡ περὶ τοῦ πάθους τῆς γνώσεως τῆς περὶ τῆς οὐσίας, ἣν ἀκριβῶς μόνος οἶδεν αὐτός.

Καθὼς γὰρ, φησὶ, γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Καὶ τί λέγω περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ; Οὐδὲ γὰρ οἱ προφῆται φαίνονται τοῦτο ἠγνοηκότες, ἀλλὰ καὶ εἰδότες σαφῶς καὶ προαναφωνοῦντες μετὰ πολλῆς τῆς πληροφορίας, ὅτι δεῖ τοῦτο γενέσθαι, καὶ ὅτι πάντως ἔσται.

Ἄκουε γοῦν πῶς διαφόρως ἅπαντες τὸν σταυρὸν ἀπαγγέλλουσι. Πρῶτος ὁ πατριάρχης Ἰακώβ· πρὸς γὰρ αὐτὸν ἀποτείνων τὸν λόγον φησίν· Ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· βλαστὸν τὴν Παρθένον, καὶ τὸ ἄχραντον τῆς Μαρίας ἐμφαίνων. Εἶτα τὸν σταυρὸν δηλῶν ἔλεγεν· Ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος λέοντος, τίς ἐγερεῖ αὐτόν; Τὸν γὰρ θάνατον αὐτοῦ κοίμησιν ἐκάλεσε καὶ ὕπνον, καὶ τῷ θανάτῳ συνῆψε τὴν ἀνάστασιν, λέγων· Τίς ἐγερεῖ αὐτόν; Ἄλλος μὲν οὐδεὶς, αὐτὸς δὲ ἑαυτόν. Δι᾽ ὃ καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· καὶ πάλιν· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Τί δέ ἐστιν, Ἀναπεσὼν ἐκοιμήθης ὡς λέων; Ὥσπερ γὰρ ὁ λέων οὐκ ἐγρηγορὼς μόνον, ἀλλὰ καὶ καθεύδων ἐστὶ φοβερός· οὕτω καὶ ὁ Χριστὸς οὐ πρὸ τοῦ σταυροῦ μόνον, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ σταυρῷ, καὶ ἐν αὐτῇ τῇ τελευτῇ φοβερὸς ἦν, καὶ τὰ μεγάλα τότε εἰργάζετο θαύματα, ἥλιον ἀποστρέφων, πέτρας τέμνων, τὴν γῆν κλονῶν, τὸ καταπέτασμα σχίζων, τὴν γυναῖκα τοῦ Πιλάτου δεδιττόμενος, τὸν Ἰούδαν ἐλέγχων. Τότε γὰρ ἔλεγεν· Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον. Καὶ ἡ γυνὴ τοῦ Πιλάτου ἐδήλου· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ τούτῳ· πολλὰ γὰρ ἔπαθον κατ᾽ ὄναρ δι᾽ αὐτόν.

Τότε τὸ σκότος τὴν οἰκουμένην κατελάμβανε, καὶ νὺξ ἐν ἡμέρᾳ μέσῃ ἐφαίνετο· τότε ὁ θάνατος ἐτήκετο, καὶ ἡ τυραννὶς αὐτοῦ κατελύετο· πολλὰ γοῦν σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη. Ταῦτα ἄνωθεν προλέγων ὁ πατριάρχης, καὶ δεικνὺς ὅτι καὶ σταυρούμενος ἔσται φοβερὸς, Ἀναπεσὼν, φησὶν, ἐκοιμήθης ὡς λέων· καὶ οὐκ εἶπε, Κοιμηθήσῃ, ἀλλ᾽ Ἐκοιμήθης, διὰ τὸ πάντως ἐσόμενον. Ἔθος γὰρ τοῖς προφήταις πολλαχοῦ τὰ μέλλοντα ὡς προγεγενημένα προλέγειν. Ὥσπερ γὰρ οὐκ ἔνι τὰ γεγενημένα μὴ γεγενῆσθαι, οὕτως οὐδὲ τοῦτο, καίτοι μέλλον ὂν, μὴ γενέσθαι. Διά τοι τοῦτο τῷ σχήματι τοῦ παρῳχηκότος χρόνου τὰ μέλλοντα προαναφωνοῦσι, τὸ ἀδιάπτωτον αὐτῶν καὶ πάντως ἐσόμενον διὰ τούτων ἐνδεικνύμενοι. Οὕτω καὶ ὁ Δαυῒδ τὸν σταυρὸν δηλῶν ἔλεγεν· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου. Οὐκ εἶπεν, Ὀρύξουσιν, ἀλλ᾽, Ὤρυξαν. Ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Καὶ οὐ τοῦτο λέγει μόνον, ἀλλὰ καὶ τὰ παρὰ τῶν στρατιωτῶν γεγονότα· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ οὐ τοῦτο μόνον, ἀλλ᾽ ὅτι καὶ χολὴν αὐτὸν ἐψώμισαν, καὶ ὄξος ἐπότισαν.

Ἔδωκαν γὰρ, φησὶν, εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Ἕτερος δὲ πάλιν ὅτι λόγχῃ αὐτὸν ἔπαισάν φησιν· Ὄψονται, γὰρ εἰς ὃν ἐξεκέντησαν. Ὁ δὲ Ἡσαΐας ἑτέρως πάλιν τὸν σταυρὸν προαναφωνῶν ἔλεγεν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη.

βʹ. Σὺ δέ μοι παρατήρει πῶς ἕκαστος τούτων, ὡς περὶ παρῳχηκότων διαλέγεται, τὸ πάντως ἐσόμενον καὶ ἀναντιῤῥήτως ἐκβησόμενον διὰ τοῦ χρόνου τούτου δηλῶν. Οὕτω καὶ ὁ Δαυῒδ τὸ δικαστήριον τοῦτο ὑπογράφων ἔλεγεν· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.

Οὐ τὸ δικαστήριον δὲ λέγει μόνον, καὶ τὸν σταυρὸν, καὶ τὰ ἐν τῷ σταυρῷ, ἀλλὰ καὶ τὸν προδεδωκότα, ὅτι ὁμοδίαιτος καὶ ὁμοτράπεζος ἦν· Ὁ γὰρ ἐσθίων, φησὶν, ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν. Καὶ τὴν φωνὴν δὲ οὕτω προλέγει, ἢν ἔμελλεν ἀφιέναι ἐν τῷ σταυρῷ, λέγων· Ὁ Θεὸς, ὁ Θεός μου, ἵνα τί ἐγκατέλιπές με; Καὶ τὸν τάφον πάλιν· Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς, καὶ ἐν σκιᾷ θανάτου. Καὶ τὴν ἀνάστασιν· Οὐ γὰρ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Καὶ τὴν ἀνάληψιν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος, Καὶ τὴν ἐκ δεξιῶν καθέδραν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ὁ δὲ Ἡσαΐας καὶ τὴν αἰτίαν φησὶ λέγων, ὅτι Ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἥκει εἰς θάνατον· καὶ, ὅτι Ἐπειδὴ πάντες ὡς πρόβατα ἐπλανήθησαν, διὰ τοῦτο σφαγιάζεται.

Εἶτα καὶ τὸ κατόρθωμα ἐπάγει λέγων· Τῷ μώλωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν, καὶ ὅτι Ἁμαρτίας πολλῶν ἀνήνεγκεν. Εἶτα οἱ μὲν προφῆται καὶ τὸν σταυρὸν ᾔδεισαν, καὶ τοῦ σταυροῦ τὴν αἰτίαν, καὶ τὰ ἐκ τοῦ σταυροῦ κατορθούμενα, καὶ τὸν τάφον, καὶ τὴν ἀνάστασιν, καὶ τὴν ἀνάβασιν, καὶ τὴν προδοσίαν, καὶ τὸ δικαστήριον, καὶ πάντα μετὰ ἀκριβείας διέγραψαν· ὁ δὲ ἀποστείλας αὐτοὺς, καὶ ταῦτα κελεύσας εἰπεῖν, αὐτὸς ἀγνοεῖ; Καὶ τίς ἂν ταῦτα νοῦν ἔχων εἴποι; Ὁρᾷς ὅτι οὐ δεῖ τοῖς ῥήμασιν ἁπλῶς προσέχειν; οὐ γὰρ δὴ τοῦτο μόνον ἐστὶ τὸ ἄπορον, ἀλλὰ καὶ τὸ ἑξῆς ἀπορώτερον. Τί γάρ φησι· Πάτερ, Εἰ δυνατὸν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο;