Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Πάτερ, εἰ δυνατόν ἐστι

Ἰωάννης ὁ Χρυσόστομος

Επίλογος και δοξολογία

Καταληκτήριες προτροπές προς το ποίμνιο για συνεχή μελέτη των θείων μυστηρίων και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Διὸ οὔτε ἔγνωσαν ὃ ἐποίουν· Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Προανεφώνει δὲ καὶ ὁ προφήτης περὶ τοῦ δράκοντος τούτου, ὅτι ἐμπαιχθήσεται, λέγων· Δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. Ἀλλ᾽ ἵνα μὴ ἐπὶ πολὺ μηκύνοντες τὸν λόγον, δόξωμεν ἐμποδίζειν τοῖς μεθ᾽ ἡμᾶς βουλομένοις φαιδρότερον τῆς Γραφῆς τὸ νόημα παραδοῦναι, ἐνθάδε σιωπῇ τὸν λόγον ἡμῶν στείλωμεν. Προήχθημεν γὰρ εἰπεῖν εἰς αὐτὸ τοῦτο τὸ κεφάλαιον, οὐχ ὡς δυνάμενοι ἀπαραλείπτως εἰπεῖν, ἀλλὰ κατὰ τὴν ἑαυτῶν δύναμιν διηγήσασθαι, καὶ ἀφορμὴν διδόναι τοῖς φιλομαθέσι· Δίδου γὰρ σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. Καὶ ὑμεῖς δὲ, ἀγαπητοὶ, ἐκ τῶν Γραφῶν ἀναλεξάμενοι πρὸς σύστασιν τῶν εἰρημένων, μειζόνως λευκάνατε τὸ δυσθεώρητον νόημα. Οὐ γὰρ δειλίας ἕνεκα ὁ Κύριος ἡμῶν, καθὼς προείπαμεν, ἀπεύχεται τὸ ποτήριον τοῦ θανάτου, ἀλλ᾽ οἰκονομίᾳ θεϊκῇ· ἵνα ἐκ τῶν ἐμῶν ἐλαχίστων ῥημάτων τε καὶ νοημάτων καὶ ἐκ τῶν ὑμετέρων πόνων δόξα Χριστῷ ἀναπεμφθῇ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.