Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Πάτερ, εἰ δυνατόν ἐστι

Ἰωάννης ὁ Χρυσόστομος

Αναίρεση των κακόδοξων ερμηνειών

Στηλίτευση των αιρετικών θέσεων του Ευνομίου και του Αρείου, οι οποίοι παρερμηνεύουν τη βιβλική περικοπή για να υποβαθμίσουν τη θεότητα του Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Δίδαξον ἡμᾶς, Κύριε, τὸ μυστήριον τοῦτο τοῦ λόγου σου· σοῦ γάρ ἐσμεν, καὶ σοὶ ἐπιστεύσαμεν.

Μὴ ἐπαιρέσθω ὁ γίγας ἐν τῇ βλασφημίᾳ αὐτοῦ Εὐνόμιος, μηδὲ ὀνειδιζέτω παρεμβολὴν Κυρίου Ἰσραήλ· ἐκεῖνος μὲν γὰρ ἡμᾶς ὀνειδίζει, εἰς σὲ δὲ τὸν Δεσπότην ἡμῶν ἀνατρέχει ἡ ὕβρις. Ἐξέγειρον τὸν ἐν τῇ καρδίᾳ ἡμῶν ἐγκείμενον νοῦν, καθάπερ τὸν πραότατον Δαυΐδ· δὸς ἡμῖν ἕνα λόγου λίθον, ἵνα δι᾽ αὐτοῦ σφενδονήσαντες, τὸ κεφάλαιον τῆς δυσσεβείας αὐτῶν διαλύσωμεν, ἵνα γνῷ πᾶσα ἡ παρεμβολὴ σήμερον, Ὅτι σὺ εἶ Κύριος ὕψιστος, μόνος ἐπὶ πᾶσαν τὴν γῆν.

Πολὺς ἡμῖν ὁ αἱρετικῶν ἐπίκειται σύλλογος, τί λέγων; Ὁρᾷς πῶς φοβεῖται καὶ δειλιᾷ; ὁρᾷς πῶς εὔχεται τῷ Πατρὶ λέγων· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω; Νῦν Εὐνόμιος χαίρει, νῦν Ἄρειος εὐφραίνεται, ὡς εὑρηκότες ῥήματα βλάσφημα κατὰ τῆς ἀληθείας συρίζοντα. Ἀλλὰ μὴ εὐφρανθείητε, πάντες οἱ ἀλλόφυλοι· συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ἡμᾶς.

Μεθ᾽ ἡμῶν ὁ Θεός. Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε. Ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε, καὶ ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει Κύριος. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Ὢ ποτήριον ζωῆς καὶ ἀθανασίας μεμεστωμένον! ὃ λαβόντες Εὐνόμιος καὶ Ἄρειος, τῇ οἰκείᾳ κακοπιστίᾳ ἐπιθολώσαντες, ποτίζουσι τῷ πλησίον ἀνατροπὴν δολερὰν, οἱ τὴν ἐν αὐτῷ γλυκεῖαν κρᾶσιν τῶν νοημάτων πικρὰν εἶναι νομίζοντες, καὶ μήτε τὴν, Οὐαὶ, φωνὴν φοβούμενοι, λεγούσης τῆς Γραφῆς· Οὐαὶ τῷ ποτίζοντι τῷ πλησίον αὐτοῦ ἀνατροπὴν δολεράν! Οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν· οἱ τιθέντες τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς! Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες! Ἡμεῖς δὲ, ἀγαπητοὶ, λαβόντες τὸ ποτήριον τοῦ Κυρίου ἡμῶν, τὴν ἐν αὐτῷ γέμουσαν διδασκαλίαν πόθῳ ψυχῆς ἀρυσώμεθα.