Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ πάθος τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Συγκατάβαση του Σωτήρος και ιουδαϊκή αγνωμοσύνη

Ρητορική αντίθεση μεταξύ του μεγαλείου του Δεσπότου και των ύβρεων του πάθους, καθώς και έλεγχος της στάσης των Ιουδαίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 2

«Τοῦ Χρυσοστόμου λόγος εἰς τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ ἁγίῳ καὶ μεγάλῳ Σαββάτῳ. Ὅταν τὸ μέγεθος τοῦ δεσπότου θεάσωμαι καὶ τὰς ὕβρεις τῆς ἀνεξικάκου φιλανθρωπίας λογίσωμαι, ἐξίσταμαι τὴν διάνοιαν, πῶς ὁ παρὰ τοῦ Πατρὸς πᾶσαν τὴν κρίσιν δεξάμενος Πιλάτῳ παρέστη κρινόμενος, πῶς παρὰ τοῦ πηλοῦ ὁ κεραμεὺς ἐδικάζετο. Τί γὰρ τῶν ἀτοπωτάτων δι᾽ ἡμᾶς οὐχ ὑπέμεινεν; ὁ πάντα ἠγορακὼς ἐπιπράσκετο, ὁ τῆς ζωῆς τὸ ξύλον πεποιηκὼς ξύλῳ θανάτου προσήγετο καὶ χειρὶ ῥαπιζόμενος ἔφερεν ὁ χεῖρα ξηρὰν ἀποδιδοὺς ὑγιαίνουσαν καὶ ἐμπτυσμάτων ἠνέσχετο ὁ πτύσματι καὶ πηλῷ δημιουργῶν ὀφθαλμούς. Τὰς ἐκ τῶν ἥλων ὑπέμεινεν ὀδύνας ὁ τοὺς ἐπελθόντας αὐτῷ πτήξας φυσήματι καὶ πληγαῖς ἐξεδίδου τὸν νῶτον ὁ δέκα πληγαῖς βασανίσας τὴν Αἴγυπτον. Ἀλλ᾽ ὢ τῆς ἰουδαϊκῆς ἀγνωμοσύνης! Ταῦτα Κυρίῳ ἀνταποδίδοτε; τίνος γὰρ ὦ Ἰουδαῖε τῶν ἀγαθῶν οὐκ ἀπήλαυσας; μάννα φαγών, χολὴν προσεκόμισας, ὕδωρ ἐκ πέτρας δεξάμενος, ὄξος τὸ ποτίσαν δέδωκας, ἐκ παρθένου γῆς γενόμενος ἄνθρωπος, οὐ δέχει τὸν ἐκ παρθένου γεννώμενον, ἀλλὰ σταυρῷ προσηλοῖς τὸν κριτὴν ὡς κατάκριτον καὶ θανατῶσαι μελετᾷς τὴν ἀνάστασιν. Ἀλλ᾽ ἴδε πάντα, κἂν ἀσεβῇς εἰς τοῦ ἐσταυρωμένου τὴν δύναμιν. Τῷ ξύλῳ προσηλοῦτο καὶ μετέφερε τὴν κτίσιν, ἐκρέματο καὶ τὸ βαστάζον ἐσάλευεν. Ἐλεῶ σου τὴν τύφλωσιν ὦ Ἰουδαῖε.