Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Πλὴν μάτην ταράσσεται»

Ἰωάννης ὁ Χρυσόστομος

Ο έλεγχος του θησαυρισμού υπέρ των κληρονόμων

Αναίρεση των δικαιολογιών περί συσσώρευσης υλικών αγαθών για την αποκατάσταση των τέκνων και ένθερμη προτροπή σε έμπρακτη φιλανθρωπία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Καλῶς ὁ πολυφάνταστος πλούσιος· τὰ παρόντα οὐκ οἶδε, καὶ περὶ τῶν μελλόντων φροντίζει· τὰ καθ᾽ ἑαυτὸν ἀγνοεῖ, καὶ περὶ τῶν παίδων φροντίζει· εἰ θάπτεται, οὐκ ἐπίσταται, καὶ περὶ τῶν κληρονόμων βουλεύεται.

Ὦ ἄφρων, εἰπέ μοι τὸ σὸν τέλος, καὶ τότε περὶ τῶν τέκνων ἀσφάλισαι· εἰπέ μοι τὰ τῆς σήμερον, καὶ τότε πιστεύω σοι καὶ τὰ τῆς αὔριον. Τί σεαυτὸν καὶ μετὰ θάνατον ἀπατᾷς; τί θέλεις εἶναι καὶ νεκρὸς καὶ χλευαζόμενος; τί διορίζῃ τῷ Θεῷ τὸ πρακτέον; τί νομοθετεῖς τὴν τοῦ Θεοῦ πρόνοιαν διοικεῖσθαι τὰ σοὶ δεδομένα;

Οὐδὲν πρὸς σὲ περὶ τῶν μετὰ σέ. Οὐ δύνασαι καὶ νεκρὸς εἶναι, καὶ διοικητὴς ζώντων, καὶ νεκρῶν κριτὴς ζυγοστατῶν ἑκάστου τὸ δίκαιον. Τί οὖν ματαιοπονεῖς, ὦ πλούσιε, τὰ τῶν πενήτων τοῖς σοῖς θησαυρίζων, καὶ οὐκ οἶδας τίνι συνάγεις αὐτά; τί τὰ τῶν ὀρφανῶν κατέχεις, τί αἰτούμενος παρ᾽ αὐτῶν ἀγανακτεῖς, ὡς οἴκοθεν ἀναλίσκων;

Τὰ ἴδια ζητοῦσιν, οὐ τὰ σά· τὰ ἐγχειρισθέντα σοι δι᾽ αὐτοὺς, οὐ τὰ μετὰ σοῦ γεννηθέντα. Ἃ ἔλαβες δὸς, καὶ τὴν χρῆσιν κέρδανον, ὅτι δοῦναι, οὐ λαβεῖν, προσετάχθης. Ἀρκεῖ σοι, ὅτι διὰ τοῦ πτωχοῦ ὁ Θεὸς τὴν δεξιάν σοι προτείνει. Ὁ βρέχων ἐξ οὐρανοῦ, τὴν χαλκοῦ ψεκάδα σε προσαιτεῖ· ὁ βροντῶν καὶ ἀστράπτων, Ἐλέησον, σοὶ λέγει· ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥάκιον αἰτεῖ παρὰ σοῦ. Ἀρκεῖ σοι, ὅτι οἱ πένητες ὡς Θεόν σε λιτανεύουσι. Δὸς, οἴκτειρον, ἐλέησον, ἵνα ἐλεηθῇς.