Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Πλὴν μάτην ταράσσεται»

Ἰωάννης ὁ Χρυσόστομος

Η τελική κρίση βάσει των έργων ελεημοσύνης και δοξολογία

Εσχατολογική προοπτική της τελικής κρίσης με απόλυτο κριτήριο τη φιλανθρωπία, καταδίκη της ανελεημοσύνης και κατακλείδα με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

Ὑπὲρ τίνων; Ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ ἐνεδύσατέ με· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. Εἶτα οἱ καλῶς ἐν καιρῷ διακονήσαντες εἰς τὴν οἰκείαν ἀσθένειαν ἀφορῶντες, καὶ εἰς τὴν ἀξίαν τοῦ δανεισαμένου, λέγουσι· Κύριε, πότε σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν, ἢ διψῶντα, καὶ ἐποτίσαμεν, εἰς ὃν οἱ ὀφθαλμοὶ πάντων ἐλπίζουσιν; ἢ πότε σε εἴδομεν ἐν ἐνδείᾳ τοσαύτῃ; πότε δὲ ταῦτα πεποιήκαμεν; Ἐφ᾽ ὅσον, φησὶν, ἑνὶ τούτων τῶν ἐλαχίστων πεποιήκατε, ἐμοὶ ἐποιήσατε. Μὴ οὐκ ἀληθὴς ὁ λόγος, ὅτι Ὁ ἐλεῶν πτωχὸν, Θεῷ δανείζει; Ἀλλ᾽ ὥσπερ τοῖς ἐκ δεξιῶν διὰ τὴν φιλανθρωπίαν ἔδειξε δεδωρημένην τὴν βασιλείαν, οὕτω καὶ τοῖς ἐξ ἀριστερῶν διὰ τὴν ἀκαρπίαν ἠπείλησε τὴν τιμωρίαν· Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Διὰ τί; ὑπὲρ τίνος; Ὅτι ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Οὐκ εἶπεν, Ὅτι ἐπορνεύσατε, ὅτι ἐμοιχεύσατε, ὅτι ἐκλέψατε, ὅτι ἐψευδομαρτυρήσατε, ὅτι ἐπιωρκήσατε· κἂν μὲν ὁμολογουμένως καὶ ταῦτα, ἀλλὰ τῆς ἀπανθρωπίας κατώτερα καὶ τῆς ἀνελεημοσύνης. Διὰ τὶ δὲ, ὦ Κύριε, οὐδὲν τῶν ἄλλων φέρεις εἰς μνήμην; Οὐ κρίνω, φησὶ, τὴν ἁμαρτίαν, ἀλλὰ τὴν ἀπανθρωπίαν· οὐ κρίνω τοὺς ἁμαρτήσαντας, ἀλλὰ τοὺς μὴ μετανοήσαντας.

Ὑπὲρ ἀπανθρωπίας ὑμᾶς καταδικάζω, ὅτι ἔχοντες τοσοῦτον καὶ τηλικοῦτον φάρμακον σωτηρίας, τὴν ἐλεημοσύνην, παρήκατε τοσαύτην εὐεργεσίαν. Ὀνειδίζω τοίνυν τὴν ἀπανθρωπίαν, ὡς ῥίζαν πάσης κακίας καὶ πάσης ἀσεβείας, ἐπαινῶ δὲ τὴν φιλανθρωπίαν ὡς ῥίζαν πάντων ἀγαθῶν, καὶ ἀπειλῶ τοῖς μὲν πῦρ αἰώνιον, τοῖς δὲ δίδωμι βασιλείαν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοῦς αἰῶνας τῶν αἰώνων Ἀμήν.