Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν»

Ἰωάννης ὁ Χρυσόστομος

Ο Χριστός ως αποδέκτης της ελεημοσύνης και η τελική ανταπόδοση

Η εσχατολογική αμοιβή των ελεημόνων κατά την ημέρα της Κρίσεως και η εκπλήρωση των χριστιανικών έργων με μοναδικό γνώμονα τον Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Ἐὰν διὰ τὸν Θεὸν, καὶ τὸν ἐκεῖ σοι μέλλοντα πλοῦτον ἀποθησαυρίζεσθαι παρ᾽ αὐτοῦ, ποιῇς τὴν ἐλεημοσύνην, καὶ οὐ διὰ τὴν πρόσκαιρον δόξαν· τότε ὥσπερ εἰς τοὺς ἰδίους κόλπους ὁ Θεὸς ὑποδεχόμενος ὑμῶν τὰ κατορθώματα τῆς ἐλεημοσύνης, πάντων τῶν ἀνθρώπων παρόντων ἀπὸ τοῦ Ἀδὰμ ἕως τῆς συντελείας τοῦ αἰῶνος· τότε πάντων τῶν ἀγγέλων καὶ ἀρχαγγέλων παρόντων, ὅτε χιλιάδες καὶ μυριάδες ἀγγέλων παρεστήκασι· τότε ταῖς ἰδίαις αὐτοῦ ἀχράντοις χερσὶ προσκαλέσεται ὑμᾶς λέγων· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Δεῦτε, ἐγὼ γὰρ τοὺς ὑμετέρους καμάτους ὑπεδεξάμην· ἐγὼ τῶν ὑμετέρων χρημάτων τραπεζίτης ἐγενόμην. Ὅτε σὺ τὰς χεῖρας ἐξέτεινας τῷ πτωχῷ, ἐγὼ τοὺς ἐμοὺς διήνοιγον κόλπους· ὅταν σὺ ἐδίδους τὸν ἄρτον σου τῷ πένητι, ἐγὼ διὰ τῆς ἐκείνου κοιλίας ἐχορταζόμην.

Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα. καὶ ἐποτίσατέ με. Τοιαύτης οὖν χαρᾶς ἀξιοῦσθε, οἱ ἐλεήμονες. Εἰ δὲ πρὸς ἐπίδειξιν ποιῆτε τὰς ἐλεημοσύνας, ἀπολήψεσθε παρ᾽ αὐτῶν τὸν μισθόν. Εἰ γὰρ ἐπιδείκνυσθαι χρὴ, πρῶτον πάντων τῷ Θεῷ ἐπιδείξασθαι τῷ μάλιστα ἔχοντι ἐξουσίαν στεφανῶσαι, καὶ πρὸς τὸ θέατρον τῶν ἀγγέλων χειραγωγῆσαι. Τίς οὖν ἄρα οὕτως ἄθλιος, ὅστις τοῦ βασιλέως σπουδάζοντος ἐπὶ τὴν θεωρίαν τῶν αὐτοῦ κατορθωμάτων ἐλθεῖν, ἐκεῖνον ἀφεὶς πρὸς τοὺς ἐλαχίστους καθίζει τὸ ἑαυτοῦ θέατρον, καὶ μισθὸν παρ᾽ ἐκείνων ἐκδέχεται; Ἀλλ᾽ οὐδεὶς τῶν Χριστιανῶν τοιοῦτος· μὴ γένοιτο. Καὶ γὰρ ὅπερ ἐὰν ποιῶμεν οἱ Χριστιανοὶ, τὸν Χριστὸν πρὸ ὀφθαλμῶν ἔχοντες, καὶ τὸ ὄνομα αὐτοῦ ὀνομάζοντες πράττομεν· αὐτὸς γὰρ διὰ τῶν αὐτοῦ Εὐαγγελίων δέδωκεν ἡμῖν ὁδὸν σωτηρίας, ἵνα πᾶσαν ἐλεημοσύνην ποιοῦντες, καὶ πᾶσαν ἀρετὴν μετερχόμενοι, ἐκείνῳ προσέχοντες, καὶ τὰ παρ᾽ αὐτοῦ χαρίσματα κομιζόμενοι ποιῶμεν.

Εἴτε γὰρ μάρτυρες τὰ αὐτῶν σώματα παραδεδώκασι τοῖς ἀνόμοις, δι᾽ ἐκεῖνον παρέδωκαν τὸν εἰπόντα· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ· εἴτε οὖν ἐκκλησίας, εἴτε ξενοδοχεῖα ἤνοιξάν τινες κατὰ πᾶσαν τὴν οἰκουμένην, δι᾽ ἐκεῖνον ἐποίησαν τὸν εἰπόντα, ὅτι Ξένος ἤμην, καὶ συνηγάγετέ με· εἴτε ταπεινοφροσύνην μετερχόμεθα, δι᾽ ἐκεῖνον μετερχόμεθα τὸν εἰπόντα· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· εἴτε δὲ τοῖς πένησιν ἄρτους παρέχομεν, δι᾽ ἐκεῖνον δίδομεν τὸν εἰπόντα· Ὃς δ᾽ ἂν ποτίσῃ ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, οὐ μὴ ἀπολέσει τὸν μισθὸν αὐτοῦ· εἴτε φυλακὰς ἐπισκεπτόμεθα, δι᾽ ἐκεῖνον ἐπισκεπτόμεθα τὸν εἰπόντα· Ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με· εἴτε τὰς χήρας καὶ τοὺς ὀρφανοὺς ἀμφιάζομεν, δι᾽ ἐκεῖνον ἀμφιάζομεν τὸν εἰπόντα· Γυμνὸς ἤμην, καὶ περιεβάλετέ με· εἴτε καθόλου τοῖς πτωχοῖς διάδοσιν ποιοῦμεν, δι᾽ ἐκεῖνον τὸν εἰπόντα· Ἐφ᾽ ὅσον ἐποιήσατε ἐνὶ τῶν ἐλαχίστων τούτων, ἐμοὶ ἐποιήσατε· εἴτε τοὺς ὀνειδισμοὺς ὑποφέρομεν ὑπὸ τῶν ἀσεβῶν ἐθνῶν, ὡς προσκυνοῦντες τὸν ὑπὸ Ἰουδαίων σταυρωθέντα, καὶ τὴν οἰκουμένην ζωοποιήσαντα, δι᾽ ἐκεῖνον τὸν εἰπόντα· Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.