Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν»

Ἰωάννης ὁ Χρυσόστομος

Η συγκατάβαση στην οικία του Φαρισαίου

Η παρουσία του Χριστού στο δείπνο του Φαρισαίου και η διόρθωση των ιουδαϊκών αντιλήψεων περί εξωτερικού και τελετουργικού καθαρισμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Εἰσέρχεται οὖν εἰς τὴν μάνδραν αὐτοῦ, καλύπτων τὸν ποιμένα ἐν τῷ ἀρνίῳ τοῦ σώματος, οὐ βακτηρίαν ἐπιφερόμενος, οὐ ῥάβδον ἀπειλοῦσαν τὴν προτέραν πλάνην, ἵνα μὴ δειλιᾶσαν καὶ πτοηθὲν τὸ πρόβατον πάλιν ἀποδράσῃ τοῦ ἰδίου ποιμένος. Ἀλλ᾽ εἰσέρχεται εἰς τὸν οἶκον τοῦ Φαρισαίου, οὐχ ὡς Θεὸς, οὐχ ὡς βασιλεὺς, οὐχ ὡς ἥλιος δικαιοσύνης, ἀλλ᾽ ὡς ἄνθρωπος πρὸς ἄνθρωπον, ὡς ἀρνίον πρὸς ἀρνίον, συνδιαιτᾶται αὐτῷ, συννέμεται, συγχλοάζεται, εἰσέρχεται, συναναπίπτει τῷ ἤδη πεπτωκότι ὑπὸ τὴν ἁμαρτίαν, ἵνα ἐν τῷ συναναπεσεῖν, τὸν ἤδη πεπτωκότα ἑαυτῷ συνεγείρῃ. Καὶ εἰσελθὼν οὐκ ἐβαπτίσθη κατὰ τὸ ἦθος τῶν Φαρισαίων.

Τοῦτο δὲ ἐποίει κατὰ δύο τρόπους, ἵνα δώσῃ τῷ προβάτῳ ἀφορμὴν λαλεῖν πρὸς τὸν ποιμένα, ἔτι δὲ καὶ δόγμα Ἰουδαϊκὸν καταλῦσαι, καὶ βεβαιῶσαι πνευματικόν· Εἶδε γὰρ, φησὶν, ὁ Φαρισαῖος, καὶ ἐθαύμασεν, ὅτι οὐ πρότερον ἐβαπτίσθη. Ἐθαύμασεν, οὐκ ἐπαινῶν τὸν διδάσκαλον, ἀλλ᾽ ἀπορῶν τὸ γινόμενον· οὐκ ἐπαινῶν, ἀλλὰ κρίνων. Καὶ ἦν ἰδεῖν, ἀγαπητοὶ, τὸν ζωοπλάστην ὑπὸ τοῦ πλάσματος κρινόμενον, καὶ τὸν κεραμέα ὑπὸ τοῦ πηλοῦ διορθούμενον. Τοῦτο δὲ ἔφασκεν ὁ Φαρισαῖος, μὴ θεωρῶν τοῖς κρυπτοῖς ὀφθαλμοῖς τῆς καρδίας τὸν ἔνδοθεν τῶν ἀγγέλων ταξίαρχον καὶ τῶν Σεραφὶμ καὶ Χερουβίμ. Εἰ γὰρ ἐθεάσατο τοῦτον, προσέπεσεν ἂν αὐτοῦ τοῖς γόνασι, καὶ τοῖς δάκρυσιν αὐτοῦ ἔπλυνε τοὺς πόδας, καὶ ἔλεγεν· Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· ἔλεγε γὰρ ἄν· Σὺ εἶ ὁ ἐξ οὐκ ὄντων τὰ πάντα εἰς τὸ εἶναι παραγαγών· τῷ σῷ λόγῳ οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματός σου πᾶσα ἡ δύναμις αὐτῶν· συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης· σὺ τιθεῖς ἐν τοῖς θησαυροῖς ἀβύσσους· ἀπὸ σοῦ φοβεῖται πᾶσα ἡ γῆ· ἀπὸ σοῦ σαλεύεται ἡ σύμπασα οἰκουμένη. Ἀλλ᾽ οὐδὲν τούτων οὔτε ἐννοήσας, οὔτε εἰρηκὼς, ἔκρινε τὸν διδάσκαλον.

Ὁ δὲ Κύριος πρόφασιν δεδωκὼς, ὥσπερ κἀκείνῃ τῇ Σαμαρείτιδι ἐν τοῦ αἰτῆσαι αὐτὸν παρ᾽ αὐτῆς ὕδωρ, ἔδωκεν αὐτῇ καιρὸν τοῦ αἰτῆσαι παρ᾽ αὐτοῦ τὸ αἰώνιον ὕδωρ· ἄρχεται οὖν ὁ Κύριος ἠρέμα ἐπιστρέφειν τὸ πρόβατον, καὶ ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀλήθειαν αὐτὸ χειραγωγεῖν. Ἄρτι γὰρ, ὑμεῖς Φαρισαῖοι, τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος πλύνετε τὸ δὲ ἔσωθεν γέμει ἁρπαγῆς καὶ δόλου.