Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥηθὲν τοῦ Ζαχαρίου

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο: Η θεία παντοδυναμία και η σύλληψη της Ελισάβετ

Εισαγωγή στην ομιλία με έμφαση στην υπέρβαση των φυσικών νόμων από τον Θεό, όπως αποδεικνύεται από την κυοφορία της στείρας και ηλικιωμένης Ελισάβετ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Ὁμιλία εἰς τὸν χρηματισμὸν Ζαχαρίου, καὶ εἰς τὴν σύλληψιν τῆς Ἐλισάβετ. Οὐδὲν τοῖς Δεσποτικοῖς ἀνυπότακτον ὅροις· πάντα γὰρ εἴκει καὶ δουλεύει τῷ θείῳ προστάγματι. Πρόσταγμα γὰρ, φησὶν, ἔθετο, καὶ οὐ παρελεύσεται· ὁ γὰρ λόγῳ τὴν ἀρχὴν τὸ πᾶν συστησάμενος, καὶ αὖθις δύναται μεταποιῆσαι τὰ ποιήματα λόγῳ. Εἶπέ ποτε τὴν ἄνυδρον πέτραν γενέσθαι κατάῤῥυτον· ἡ δὲ ποταμοὺς ὕδατος εὐθέως ἐρεύγεται· Ἐπάταξε γὰρ πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ ποταμοὶ κατεκλύσθησαν· καὶ ἡ ξηρὰ πέτρα τὸ πρὶν καὶ ἄγευστος ὕδατος, πηγὴ ποταμῶν καὶ μήτηρ ὑδάτων ἐγίνετο· οὐδὲν γὰρ ἄγονον, ᾧ γονὴν ἐπιτάττει Θεός.

Ὁ τότε τοίνυν τὴν ἄγονον πέτραν μεταβαλὼν εἰς λίμνην, καὶ νῦν τὴν στείραν Ἐλισάβετ παιδογόνον ἐκέλευσεν ἀναδειχθῆναι μητέρα, καὶ τὴν ἄκαρπον κατάκαρπον ἔδειξε, καὶ τὴν τῷ γήρᾳ βεβαρημένην ὡς νεόγαμον κόρην. Ὅτε πρὸς τάφον ἠπείγετο, τότε πρὸς τοκετὸν εὐτρεπίζετο· ὅτε τὸ σῶμα τὸ γῆρας ἐμάρανε, τότε τὴν μήτραν ὁ Θεὸς ἀνενέωσε· καὶ ὅπερ διὰ τὸν χρόνον ἀπέβαλε, διὰ τὸν Πλάστην ἀνέλαβε· καὶ ὅπερ ἡ νεότης ἀπώλεσε, τὸ γῆρας ἀπῃτεῖτο· ὅτε γείτων ἐγένετο τοῦ θανάτου, τότε παιδὸς ὠνομάζετο μήτηρ· καὶ τοὺς τῆς μάμμης ὑπερβαίνουσα χρόνους, εἰς μητρικὴν ἐνέπιπτε φροντίδα, καὶ βρέφος ἐπὶ τῆς ἀγκάλης ἐβάσταζεν, ἡ βακτηρίας διὰ τὸ γῆρας πρὸς ἐπίβασιν χρῄζουσα· καὶ πρωτότοκον ἡ γραῦς ἐψηλάφα παιδίον, καὶ στείρα παραδόξως ἐγέννησεν, ἵνα παρθένος τίκτουσα παρὰ φύσιν πιστευθῇ. Ἀμφότερα καινὰ καὶ παράδοξα· στείρα γὰρ καὶ παρθένος ἀπροσδόκητοι μητέρες.