Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥηθὲν τοῦ Ζαχαρίου

Ἰωάννης ὁ Χρυσόστομος

Η δυσπιστία του Ζαχαρία και το επιτίμιο της αλαλίας

Οι αντιρρήσεις του Ζαχαρία λόγω γήρατος, ο έλεγχος από τον αρχάγγελο για την έλλειψη πίστης και η επιβολή της σιωπής μέχρι την εκπλήρωση της θείας υπόσχεσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἔτι τὸν γέροντα Ζαχαρίαν ἡ κύησις τοῦ παιδὸς ἡ παράδοξος ἐκπλήττει, ἔτι πρὸς τὸν ὑπερώριον τοκετὸν δυσχεραίνει, μὴ λογισάμενος συνετῶς, ὅτι ὁ κεραμεὺς τῆς γαστρὸς δύναται τὴν πεπαλαιωμένην ἀνακαινίσαι μήτραν. Διὸ καὶ πρὸς τὸν τῆς ἀπιστίας ἐξεκυλίσθη κρημνόν. Τοῦ γὰρ ἀγγέλου λέγοντος, Ἰδοὺ ἡ γυνή σου Ἐλισάβετ τέξεταί σοι υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην, ὁ Ζαχαρίας ἀπομάχεται τῷ λόγῳ, καί φησιν· Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Πόθεν μοι, φησὶ, τὸ ἀσφαλὲς ὑπάρξει; ποῖόν μοι τῆς ἐπαγγελίας δύνασαι παραστῆσαι τεκμήριον; Δεῖξόν μοι καὶ νῦν ῥάβδον, ὡς ἐπὶ Ἀαρὼν τοῦ ἀρχιερέως, ἀνθήσασαν, καὶ τότε σοι πιστεύσω ὅτι καὶ γῆρας δύναται καρποφορῆσαι παιδίον.

Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Τὰ ῥήματά σου χρηστά· τὸ δὲ ἐπάγγελμα δύσπιστον. Παῖδά μοι προξενεῖς, μετ᾽ ἐλπίδας ἐλπίδα· ὁ τῆς ἀκμῆς μου παρελήλυθε χρόνος· τὸν τῆς νεότητος ἀκάρπως κατανήλωσα βίον. Ὅτε ὡς ξύλον ἐγενόμην ξηρὸν, τότε καρποφορεῖν ἀναγκάζεις με· κυρτοβατῶν τὴν ἀγορὰν περιέρχομαι, οὐκ ἔτι πρὸς οὐρανὸν ἀνανεύειν ἰσχύω· πρὸς τὴν συγγενίδα γῆν κατασύρει με τὸ γῆρας· γῆ γάρ εἰμι, καὶ εἰς γῆν ἀπελεύσομαι· μόλις τὸ βῆμα τῶν ποδῶν μεταφέρω· οὐκ ἀρκοῦσιν οἱ δύο μοι πρὸς ἐπίβασιν πόδες· ἀντὶ τρίτου ποδὸς βακτηρίαν βαστάζω· χειραγωγοῦ γὰρ μέχρι νῦν οὐκ εὐπόρησα τέκνου· τάφος εἰμὶ κινούμενος, καὶ νεκρὸς ὁδοιπόρος. Πῶς οὖν ἀπὸ τοῦ νῦν ἐμὲ τέκνον ὀνομάσει πατέρα; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Ὅτε τῷ τάφῳ τὸ γῆράς με προσάγει, τότε νυμφικῆς ἐπιβήσομαι κοίτης, καὶ παῖδα φυτουργήσω τοῦ τῆς νεότητός μοι δεδυκότος ἡλίου; Κἀγὼ διὰ τὸν χρόνον ἐξίτηλος, καὶ τῆς Ἐλισάβετ ἡ μήτρα νενέκρωται. Κατὰ τί οὖν γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μοι προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα.

Καὶ ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. Καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι. Βούλομαί τι ποιῆσαι, καὶ πῶς ἐρωτᾷς; θαυματουργῆσαι προῄρημαι, καὶ τὸν τρόπον ζητεῖς; Ὅλως δὲ περιεργάζῃ τῶν ἐμῶν ἔργων τὴν ἀρχήν. Μὴ ἀδυνατεῖ παρὰ τῷ Θεῷ πᾶν ῥῆμα; Εἰπέ μοι, πόθεν ὁ Ἰσαὰκ ἐτέχθη; οὐκ Ἀβραὰμ αὐτὸν ἐγέννησεν ὁ πρεσβύτης, καὶ Σάῤῥαν τὴν στείραν ἐκάλεσε μητέρα; εἰς τὴν αὐτὴν ἐμπεσὼν προσδοκίαν, διὰ τί τοὺς ἐμοὺς ὡς ἐκεῖνος οὐ παρεδέξω λόγους; Διὸ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου. Δήσω σου τὴν γλῶσσαν τὴν πρὸς ἄτακτον κινηθεῖσαν ἀπόκρισιν· ἐν ᾧ τὴν ἁμαρτίαν ἐγέννησας ὀργάνῳ, ἐν αὐτῷ καὶ παιδεύθητι· Δι᾽ ὧν γάρ τις ἁμαρτάνει, διὰ τούτων καὶ κολάζεται. Διὸ Ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου· τοῖς ῥήμασί μου λαλῶν οὐκ ἐπίστευσας, σιωπῶν τοὺς λόγους ἀνάμεινον, Οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν· τὰ γὰρ παρ᾽ ἀνθρώποις ἀδύνατα παρὰ τῷ Θεῷ δυνατά.