Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα. Ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν εἰς πανδοχεῖον. Ἴδιον κτῆνος λέγει τὸ σῶμα ὁ Χριστὸς, ὃ ὑπὲρ ἡμῶν ἀνέλαβεν ἐκ τῆς ἀχράντου παρθένου. Ἀνεβίβασεν οὖν ἐπὶ τὸ ἴδιον κτῆνος τὸν τετραυματισμένον ὑπὸ τῶν λῃστῶν· ἐπειδὴ, κατὰ τὸν προφήτην Ἡσαΐαν, Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε, καὶ τὰς νόσους ἐβάστασε. Καὶ ἤγαγεν εἰς πανδοχεῖον, τουτέστιν, εἰς τὴν ἁγίαν Ἐκκλησίαν, καὶ ἐπεμελήθη αὐτοῦ, τὸ πρότερον αὐτὸς δι᾽ ἑαυτοῦ. Ἐπὶ τὴν αὔριον δὲ ἐξελθὼν, τουτέστι, μετὰ τὴν ἁγίαν ἀνάστασιν, ἐκβαλὼν δύο δηνάρια, δέδωκε τῷ πανδοχεῖ. Τίς ἐστιν ὁ πανδοχεὺς, καὶ τί τὰ δύο δηνάρια; Ὁ πανδοχεὺς Παῦλος ὁ ἀπόστολός ἐστιν, ὁ προβληθεὶς τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ· πανδοχεὺς δὲ ἐκλήθη διὰ τὸ πάντας δέχεσθαι, καὶ πάντας ἕλκειν εἰς σωτηρίαν. Ἐκβαλὼν δύο δηνάρια ὁ Χριστὸς μετὰ τὴν ἀνάστασιν, τήν τε Παλαιὰν καὶ Καινὴν Διαθήκην, ἔδωκε τῷ πανδοχεῖ, εἰπὼν αὐτῷ· Ἐπιμελήθητι αὐτοῦ· σοὶ, φησὶ, παραδίδωμι τὸν ἐξ ἐθνῶν λαὸν, τὸν τετραυματισμένον ὑπὸ τῶν λῃστῶν φονικωτάτων· μόνον ἐπιμελήθητι αὐτοῦ· καὶ ὃ δ᾽ ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. Τί οὖν προσεδαπάνησε Παῦλος τοῖς δηναρίοις; Τὰς δέκα τέσσαρας ἐπιστολὰς, ἃς διεπέμψατο τοῖς ἔθνεσι. Τί ἐστι τὸ, Ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι;