Σαμαρείτης δέ τις ὁδεύων, ἦλθε κατ᾽ αὐτὸν, καὶ ἰδὼν αὐτὸν, ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον. Ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ. Καὶ ἐπὶ τὴν αὔριον ἐξελθὼν, ἐκβαλὼν δύο δηνάρια, ἔδωκε τῷ πανδοχεῖ, καὶ εἶπεν αὐτῷ· Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. Μάθωμεν οὖν τίς ἐστιν ἡ Ἱερουσαλὴμ, καὶ τίς ἡ Ἱεριχὼ, καὶ τίνες οἱ λῃσταὶ οἷς περιέπεσε, καὶ τί τὸ ἔνδυμα ὃ ἀπέδυσαν αὐτὸν, καὶ τίνες αἱ πληγαὶ ἃς ἐπέθηκαν τῷ ἀνθρώπῳ, καὶ διὰ τί ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα, καὶ τίς ὁ ἱερεὺς, καὶ τίς ὁ Λευίτης, καὶ τίς ὁ Σαμαρείτης, καὶ τί τὸ ἔλαιον, καὶ τίς ὁ οἶνος, καὶ τίνες οἱ ἐπίδεσμοι, καὶ τί τὸ κτῆνος, καὶ τί τὸ πανδοχεῖον, καὶ τίς ὁ πανδοχεὺς, καὶ τί τὰ δύο δηνάρια, καὶ τί τὸ προσανάλωμα ὃ προσεπηγγείλατο προσαποδοῦναι, καὶ τίς ἡ ἐπάνοδος τοῦ Σαμαρείτου. Τίς οὖν ὁ ἄνθρωπος ὁ καταβαίνων ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ; Ἡ Ἱερουσαλήμ ἐστιν ὁ παράδεισος, ἡ Ἱεριχὼ, ὁ κόσμος οὗτος· ἄνθρωπος δὲ ὁ καταβαίνων ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, ὁ πρωτόπλαστός ἐστιν Ἀδάμ· ἐκπεσὼν γὰρ ἐκ τοῦ παραδείσου κατῆλθεν εἰς Ἱεριχώ· τουτέστιν, εἰς τὸν κόσμον τοῦτον.