γʹ. Εἰ δὲ μάθοις, τίσιν ὁ Παῦλος διαλέγεται, ὅτι οὐχ ἅπασιν ἁπλῶς, ἀλλὰ τοῖς οὐδέπω γεγενημένοις ἐν ὑποσχέσεσι, δυνήσῃ ταύτην τὴν ἐπιβλαβῆ καὶ ὀλέθριον ἀνελεῖν ἐξουσίαν. Λέγω γὰρ, φησὶ, τοῖς ἀγάμοις καὶ ταῖς χήραις, οὐ ταῖς ὑποσχομέναις χηρείαν, ἀλλὰ ταῖς μήτε τοῦτο, μήτε ἐκεῖνο μηδέπω ψηφισαμέναις, ἀλλ᾽ ἐν μεταιχμίῳ τινὶ τῆς γνώμης ἑκατέρας οὔσαις. Οἷον· ἀπέβαλέ τις ἄνδρα, φησίν· οὔπω κέκρικε παρ᾽ ἑαυτῇ, οὔτε ἐκύρωσεν, εἴτε χηρείαν ἑλέσθαι δέοι, εἴτε δεύτερον ἐπεισαγαγεῖν νυμφίον· ταύτῃ παραινῶ, φησὶν, ὅτι καλὸν τὸ οὕτως εἶναι· εἰ δὲ μὴ δύναιτο φέρειν τὸ φορτίον, γαμείτω· τὰς μέντοι ἐπιβαλλομένας ἤδη καὶ ἀπογραψαμένας εἰς τὴν τῆς χηρείας ὑπομονὴν, καὶ πρὸς τὸν Θεὸν θεμένας συνθήκας, οὔ φησι λοιπὸν εἶναι κυρίας τοῦ πρὸς δεύτερον γάμον ἐπανελθεῖν. Διὰ τοῦτο Τιμοθέῳ γράφων περὶ αὐτῶν, οὕτω πως φησί· Νεωτέρας δὲ χήρας παραιτοῦ. Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Ὁρᾷς πῶς αὐτὰς ἐνταῦθα κολάζει καὶ τιμωρεῖται, καί φησιν ὑπευθύνους εἶναι δίκῃ, καὶ κρίματι, ὅτι τὰς πρὸς τὸν Θεὸν συνθήκας ἠθέτησαν, καὶ τὴν ὑπόσχεσιν διεψεύσαντο; Ὥστε ἐκ τούτου δῆλον, ὅτι ἐκεῖνο τὸ ῥητὸν οὐ πρὸς τὰς ὑποσχομένας εἴρηται.