ἐπειδὴ θρηνεῖ, φησὶ, δόγμα ὀλέθριον εἰσήγαγεν εἰς τὴν οἰκουμένην, τὴν ἐξουσίαν ἡμῶν ἀφαιρούμενος, καὶ λέγων οὐκ ἐφ᾽ ἡμῖν εἶναι τὰ πρακτέα; Οὐδαμῶς, ἀλλὰ καὶ θρηνῶν ἀσφαλίζεται. Εἰπὼν γὰρ, ὅτι Οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐκ ἐσιώπησεν, ἀλλ᾽ ἐπήγαγεν, Οὐδὲ ἄνθρωπος πορεύσεται, καὶ κατορθώσει τὴν πορείαν αὐτοῦ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· οὐκ ἐφ᾽ ἡμῖν ἐστι τὸ πᾶν, ἀλλὰ τὸ μὲν ἐφ᾽ ἡμῖν, τὸ δὲ ἐπὶ τῷ Θεῷ. Τὸ μὲν γὰρ ἑλέσθαι τὰ κάλλιστα, καὶ βουληθῆναι, καὶ σπουδάσαι, καὶ πάντα ὑπομεῖναι πόνον, τῆς ἡμετέρας ἐστὶ προθέσεως· τὸ δὲ εἰς τέλος ἀγαγεῖν αὐτὰ, καὶ μὴ συγχωρῆσαι διαπεσεῖν, καὶ πρὸς αὐτὸ τὸ πέρας ἐλθεῖν τῶν κατορθωμάτων, τῆς ἄνωθέν ἐστι χάριτος. Ἐμερίσατο γὰρ πρὸς ἡμᾶς τὴν ἀρετὴν ὁ Θεὸς, καὶ οὔτε ἐφ᾽ ἡμῖν ἀφῆκε τὸ πᾶν εἶναι, ἵνα μὴ εἰς ἀπόνοιαν ἐπαιρώμεθα, οὔτε αὐτὸς τὸ πᾶν ἔλαβεν, ἵνα μὴ εἰς ῥᾳθυμίαν ἀποκλίνωμεν· ἀλλ᾽ ὀλίγον ἀφεὶς ἐπὶ τοῖς ἡμετέροις πόνοις, τὸ πλέον αὐτὸς κατορθοῖ.