Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητόν· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως

Ἰωάννης ὁ Χρυσόστομος

Ο Χριστός ως κόκκος σινάπεως: Ενανθρώπηση, πάθος και ανάσταση

Η χριστολογική ερμηνεία της παραβολής, με έμφαση στην κένωση της θείας ενανθρωπήσεως, το σταυρικό πάθος, την κάθοδο στον Άδη και τη νικηφόρο ανάσταση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Ζʹ. Τοῦ αὐτοῦ εἰς τὸ, »Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως. Τί μεῖζον βασιλείας οὐρανῶν, καὶ τί μικρότερον κόκκου σινάπεως; πῶς τὴν ἀμέτρητον βασιλείαν τῶν οὐρανῶν τῷ εὐμετρήτῳ καὶ βραχυτάτῳ κόκκῳ σινάπεως παρείκασεν; Ἀλλ᾽ ἐὰν ἐννοήσωμεν τίς ἐστιν ἡ τῶν οὐρανῶν βασιλεία, καὶ τίς ἐστιν ὁ κόκκος τοῦ σινάπεως, εὑρήσομεν πῶς καλῶς καὶ εὐφυῶς ἕκαστον ἑκάστῳ παρείκασται. Τίς ἐστιν ἡ τῶν οὐρανῶν βασιλεία, ἢ πάντως Χριστός; λέγει γὰρ περὶ ἑαυτοῦ· Ἰδοὺ ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν. Τί δὲ μεῖζον Χριστοῦ κατὰ τὴν θεότητα; ὡς ἔστι τοῦ προφήτου ἀκοῦσαι λέγοντος· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ᾽ αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Λέγει περὶ αὐτοῦ καὶ Ἡσαΐας, ὁμογνώμονι φωνῇ χρησάμενος. Τί γάρ φησιν; Ἐκοπίασεν Αἴγυπτος καὶ αἱ ἐμπορίαι τῶν Αἰθιόπων, καὶ οἱ Σαβαεὶν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις καὶ προσκυνήσουσί σοι, ὅτι ἐν σοὶ Κύριος ὁ Θεὸς, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ ὁ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ.

Τὴν αὐτὴν δύναμιν ἔχουσαν φωνὴν καὶ ὁ μακάριος Πέτρος ῥήγνυσι λέγων· Ἀδελφοί· καὶ γὰρ οὐκ ἔστιν ἕτερον ὄνομα, φησὶν, ὑπὸ τὸν οὐρανὸν, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. Τί δὲ βραχύτερον Χριστοῦ κατὰ τὴν οἰκονομίαν τῆς σαρκώσεως, ὃς γεγένηται καὶ ἀγγέλων μικρότερος καὶ ἀνθρώπων;

Ἄκουε τοῦ Δαυῒδ λέγοντος πῶς ἀγγέλων γέγονε βραχύτερος· Τίς ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους. Ὅτι δὲ περὶ Χριστοῦ λέγει ταῦτα Δαυῒδ, Παῦλός σοι ἑρμηνεύει λέγων· Τὸν δὲ βραχύ τι παρ᾽ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου.

Οὕτω καὶ ἀνθρώπων γέγονεν βραχύτερος. Τί γάρ φησιν Ἡσαΐας; Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὔτε κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ πάντας υἱοὺς τῶν ἀνθρώπων· διὰ τοῦτο καὶ σκώληκα ἑαυτὸν προσηγόρευσεν. Τί γάρ φησιν; Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος. Καὶ ἐν τῷ Ἡσαΐᾳ ὁ Πατὴρ πρὸς αὐτόν· Μὴ φοβοῦ σκώληξ Ἰακώβ. Εἶτα καὶ τῆς ἀοιδίμου αὐτοῦ τελευτῆς μεμνημένος ἔλεγε· Καὶ τὸ κατάλειμμά σου σκώληξ. Ἔδει γὰρ αὐτὸν καθάπερ ἁλιέα σοφὸν τῷ ἀστράπτοντι ἀγκίστρῳ τῆς θεότητος περιθεῖναι τὸν σκώληκα τῆς σαρκὸς καὶ χαλάσαι εἰς τὸν βυθὸν τοῦ βίου τούτου, καὶ οὕτω τὸν δράκοντα ἀγκιστρεῦσαι, ἵνα καὶ ὄντως τὸ γεγραμμένον ἐν τῷ Ἰὼβ πληρωθῇ· Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ; Ὁμοία οὖν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως.

Ἐρεῖ οὖν τις τῶν ἀκουόντων· πῶς ὁ αὐτὸς βασιλεία οὐρανῶν καὶ κόκκος γεγένηται, καὶ μέγας καὶ μικρὸς πρὸς αὐτόν; Ὅτι δι᾽ ὑπερβολὴν εὐσπλαγχνίας περὶ τὸ ἴδιον πλάσμα τοῖς πᾶσι τὰ πάντα γεγένηται, ἵνα τοὺς πάντας κερδήσῃ. Θεὸς ἦν, ὡς οὖν καὶ ἔστι καὶ ἔσται διὰ τὴν ἰδίαν φύσιν, καὶ ἄνθρωπος γεγένηται διὰ τὴν ἡμετέραν σωτηρίαν. Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Ὦ κόκκος, δι᾽ οὗ γεγένηται κόσμος, δι᾽ οὗ σκότος ἐσκέδασται καὶ Ἐκκλησία κεκαίνηται! Οὗτος ὁ κόκκος ἐπὶ τοῦ σταυροῦ κρεμασθεὶς τοσοῦτον ἔσχεν ἰσχύος μέγεθος, ὥστε καὶ δεδεμένον αὐτὸν ὄντα, ῥήματι μόνον τὸν λῃστὴν ἀπὸ τοῦ ξύλου ἁρπάσαι, καὶ εἰς παραδείσου τρυφὴν κυλῖσαι· οὗτος ὁ κόκκος τὴν πλευρὰν λόγχῃ νυχθεὶς, ποτὸν ἀθανασίας τοῖς διψῶσιν ἐπήγασεν· οὗτος ὁ κόκκος τοῦ σινάπεως ἀπὸ τοῦ ξύλου κατενεχθεὶς καὶ εἰς κῆπον τεθεὶς, πᾶσαν τὴν ὑπουράνιον τοῖς κλάδοις ἐσκέπασεν· οὗτος ὁ κόκκος τοῦ σινάπεως ἐν κήπῳ τεθεὶς, καὶ τὰς ἑαυτοῦ ῥίζας εἰς ᾅδην ἐκπέμψας, καὶ τὰς ἐκεῖ ψυχὰς συλλαβόμενος, ἐν τριημέρῳ εἰς οὐρανὸν ἀνεκόμιζεν· οὗτος ὁ κόκκος τοῦ σινάπεως ἐπὶ ξύλου συντριβεὶς τὸν ἀντίδικον ἡμῶν ὄφιν δριμύξας ἐσκότωσε, καὶ τὸν ᾅδην ἐξυπνίσας εἰς τὸν ὅθεν ἀπελείπετο τόπον πάλιν ἀπέστρεψεν.