Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητόν· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως

Ἰωάννης ὁ Χρυσόστομος

Εγκώμιο του φυτού της αθανασίας και δοξολογία

Καταληκτήριος ύμνος προς το σωτήριο φυτό της αθανασίας και τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

ὦ ἀθανασίας φυτὸν τοὺς ὑπὸ σοῦ τρεφομένους εἰς Θεὸν καταλλάσσων! ὦ δένδρον ὑψηλὸν, ὑπὸ μόνου Πατρὸς γεωργούμενον! Τοῦτο τὸ δένδρον ἐκ πατρικῆς ἀνέτειλε καρδίας· τοῦτο τὸ φυτὸν ἐν οὐρανοῖς μὲν τὰς ῥίζας ἔχει, φανὲν δὲ ἐν κόσμῳ ὑπὸ ἀνθρώπων τρυγᾶται. Ὦ φυτεία ὀφθεῖσα εἰς γῆν, καὶ εἰς οὐρανοὺς ἀνθήσασα! ὦ σπέρμα μικρὸν μὲν ὁραθὲν, παρὰ δὲ τῷ Πατρὶ μείζω τῶν ἁπάντων! Τοῦτο τὸ φυτὸν καὶ τοῖς εἰς ᾅδου ἀνέτειλε νεκροῖς· τούτου ὁ καρπὸς ἀνάστασις ἀνθρώπων γέγονε· τοῦτο τῷ θανάτῳ θανατηφόρον κατήνεγκε βέλος· τούτῳ ταρτάρου τοῖχοι κλίναντες δυσκαμπὲς γόνυ προσεκύνησαν· τούτου οἱ κλάδοι πάντα τὸν κόσμον ἐσκέπασαν· τοῦτο ὑπὸ ἁγίου Πνεύματος κινεῖται· τούτου οὐχ ἅπτεται καύσων· ὑπὸ τούτῳ τῷ φυτῷ εὐφραίνου καὶ χόρευε μετ᾽ ἀγγέλων, δοξάζων τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.