Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητόν· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν οἰκοδεσπότῃ

Ἰωάννης ὁ Χρυσόστομος

Η κλήση της ενδεκάτης ώρας και η προτροπή προς μετάνοια

Ο έλεγχος όσων αναβάλλουν την προσέλευση στο άγιο βάπτισμα και η κλήση του Θεού για μετάνοια και εργασία της αρετής, έστω και κατά το τέλος του βίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

βʹ. Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν, εὗρεν ἄλλους ἑστῶτας ἀργούς. Οὐ παύομαι γυμνῶν τὸν διάβολον, ἕως ἂν ὁ βίος οὗτος παρείη· οὐ παύσομαι λῃστεύων τὸν θάνατον, τὸν δεινὸν κλέπτην τῆς ἀνθρωπότητος· οὐκ ἀνέχομαι τοὺς ἀπὸ γνώμης οἰκείας γενομένους θνητοὺς μὴ μεταβαλεῖν πρὸς ἀθανασίαν, ἕως αὐτῆς αὐτῶν τελευταίας ἀναπνοῆς. Διὰ τοῦτο οὐδὲ τῆς ἑνδεκάτης ὥρας καταφρονῶ· διὰ τοῦτο προσεδρεύω ταῖς πύλαις τοῦ ᾅδου, ἵνα δυνηθῶ τινας πρὸ τοῦ θανάτου μεταστῆσαι πρὸς τὴν ζωήν. Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν, εὗρεν ἄλλους ἑστῶτας ἀργοὺς, καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Ἐκκλησίας οὐκ ἔχετε; προφήτας οὐκ ἔχετε; ἀποστόλους οὐκ ἔχετε; μάρτυρας οὐκ ἔχετε; θείας Γραφὰς οὐκ ἔχετε; πνευματικὸν ἔργον οὐδέν; Τί οὖν ἑστήκατε ὧδε ὅλην τὴν ἡμέραν ἀργοί; Οὐ βλέπετε τὸν ἥλιον τὸν τεταγμένον δρόμον ἀνύοντα; Οὐ βλέπετε τὴν σελήνην διακονοῦσαν τῷ κτίσαντι; οὐ βλέπετε τὴν κτίσιν δουλεύουσαν τῷ ποιητῇ; οὐ βλέπετε τῶν στοιχείων ἕκαστον ἐργαζόμενον τὸ ἔργον, δι᾽ ὅπερ ἐγένετο; Διὰ τί οὖν ὑμεῖς μόνοι τῇ ἀργίᾳ τὴν φύσιν ὑβρίζετε; διὰ τί στήλας μιμεῖσθε νεκράς; Οὐκ ἔχετε ὀφθαλμοὺς, ἵνα βλέποντες τοῦ κόσμου τὸ κάλλος, τὸν κοσμοποιὸν ἀνυμνήσητε; οὐκ ἔχετε στόμα, ἵνα τὰς γλώσσας ὑμῶν πρὸς ὑμνῳδίας κινήσητε; οὐκ ἔχετε χεῖρας, ἵνα τὴν ἐλεημοσύνην ἐργάσησθε;

οὐκ ἔχετε πόδας, ἵνα δράμητε δρόμους ψυχωφελεῖς; Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Μέχρι πότε τὴν ἐμὴν δεσποτείαν ἐκτρέπεσθε;

Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Οἱ δὲ λέγουσιν αὐτῷ· Οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Τοιοῦτοί εἰσιν οἱ προφασιζόμενοι προφάσεις ἐν ἁμαρτίαις, οἱ τὸ παρὸν εἰς τὸ μέλλον ὑπερτιθέμενοι, οἱ λέγοντες, ἄφες ἄρτι, καὶ ὅτε κελεύει με ὁ Θεὸς, τότε βαπτίζομαι· ἔνδος μοι τοῦτο τὸ πάσχα, καὶ εἰς τὸ μέλλον φωτίζομαι.

Τοιοῦτοί εἰσιν οἱ λέγοντες, Οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Ἀλλὰ τί πρὸς αὐτοὺς ὁ τῇ χρηστότητι νικῶν τὰς ὑπερθέσεις τῶν ἀναβαλλομένων τὴν χάριν; Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα. Οὐκ ἤλεγξε τὴν ψευδολογίαν αὐτῶν, οὐκ ἐστηλίτευσε τὴν εἰρωνείαν τῶν πεπλανημένων ἠθῶν, οὐκ εἶπε πρὸς τοὺς ῥᾳθύμους, Τί λέγετε, ὅτι Οὐδεὶς ἡμᾶς ἐμισθώσατο; τί τῇ ῥᾳθυμίᾳ καὶ τὸ ψεῦδος συῤῥάπτετε, οὐδεὶς ὑμᾶς ἐμισθώσατο; οὐ παρεκάλεσαν ὑμᾶς οἱ προφῆται; οὐ προετρέψαντο ὑμᾶς οἱ ἀπόστολοι; οὐ παρεγενόμην ἐγὼ δι᾽ ἐμαυτοῦ πρὸς ὑμᾶς; οὐκ ἐκάλεσα πολλάκις, ὑμεῖς δὲ οὐχ ὑπηκούσατε; οὐκ εἴδετέ με μισθούμενον τοὺς ἑταίρους ὑμῶν, καὶ ποιοῦντα μετ᾽ ἐκείνων σύμφωνα; διὰ τί οὖν οὐκ ἐβουλήθητε μιμήσασθαι τοὺς πεισθέντας μοι, ἀλλ᾽ ἐμείνατε μέχρι γήρους κατάσκοποι; Τούτων οὐκ εἶπεν οὐδὲν ὁ Σωτὴρ, ἀλλ᾽ Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνά μου. Δέχομαι καὶ γέροντας ἐργατεύσασθαι θέλοντας· δέχομαι καὶ πολιὰς εὐσεβείᾳ λαμπρυνομένας, δέχομαι καὶ τρέμοντα μέλη πίστει νευρούμενα· ἡδέως ὁρῶ γέροντας κρατοῦντας βακτηρίας ὁμοῦ καὶ σταυρούς. Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνά μου. Τῷ διαβόλῳ τὴν νεότητα προσηνέγκατε, ἐμοὶ κἂν τὸ γῆρας δανείσατε· τῷ ἐχθρῷ τὴν ἰσχὺν ἐχαρίσασθε, ἐμοὶ κἂν τὴν ἄχρηστον ἡλικίαν ἐπίδοτε· τῷ τυράννῳ τὸν χρόνον ὅλον, ὡς ἐκεῖνος ἠθέλησεν, ἐστρατεύσασθε, ἐμοὶ τῷ ἐννόμῳ βασιλεῖ τὸν ἐπίλοιπον χρόνον σχολάσατε.

Γίνεσθε πιστοὶ, πρὶν γίνεσθαι νεκροί· λάβετε πρὸ τοῦ θανάτου τὴν τῆς ἀθανασίας στολήν· ἑαυτοὺς πρὸ τῆς τελευτῆς ἐνταφιάσατε τοῖς ἀφθάρτοις ἐνταφίοις τῆς χάριτος· δράμετε, σπεύσατε πρὸ τῆς ἑσπέρας ἔσω τοῦ ἀμπελῶνος εὑρεθῆναι· φιλονεικήσατε, ἵνα ἔνδον ὑμᾶς καταλείπῃ δύνων ὁ ἥλιος. Ἐὰν πρὸ ἡλίου δυσμῶν ἑαυτοὺς συναριθμήσητε τοῖς ἐμοῖς ἐρασταῖς, ὄψεσθε τῆς ἐμῆς θεότητος τὴν δόξαν, ὡς φωτὸς ἐρασταί· ἐὰν μετὰ τῶν κεκλημένων ἐκ τοῦ ἀμπελῶνος ἐξέλθητε, καὶ μὴ καμόντας ὑμᾶς ὡς καμόντας ἀμείψομαι· ἐὰν ἔξω τῆς αὐλῆς ἱσταμένους ὑμᾶς καταλάβῃ τοῦ θανάτου ἡ νὺξ, οὐκ ἔτι λοιπὸν ὑμᾶς ὡς φίλους ἔχειν ἀνέχομαι· νεκρὸς γὰρ οὐ πιστεύει, νεκρὸς οὐχ ὁμολογεῖ, νεκρὸς οὐκ ἐργάζεται καὶ θαῤῥεῖται μυστήριον, νεκρὸς οὐκ ἐργάζεται σωφροσύνην, νεκρὸς οὐ δύναται μισθὸν ἀπαιτεῖν, νεκρὸς ἀσφράγιστος καὶ πρὸ τῆς κρίσεως κατακέκριται· ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν Κύριον· ὁ τοιοῦτος νεκρὸς καὶ μετὰ θάνατον ζῇ, ὁ τοιοῦτος νεκρὸς μετὰ τὴν ταφὴν πάλιν ἀνθεῖ. Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα. Ἕως ἔχετε μικρὰν ἔτι προθεσμίαν ζωῆς, πραγματεύσασθε· μὴ περιμείνητε τῆς ἀῤῥωστίας τὴν ἀνάγκην λαβεῖν τῆς ὑμετέρας γνώμης τὸν στέφανον.

Μὴ βουληθῆτε παρὰ τὸν καιρὸν τοῦ θανάτου μεταβαλέσθαι τὰ τῆς ἀθανασίας ἐφόδια· ἐν ζωῇ τὴν ζωὴν ἐμπορεύσασθε· ἐν ὑγείᾳ καὶ νήψει τὸ τάλαντον ὑποδέξασθε, ἵνα καὶ τὴν ἐργασίαν κερδάνητε. Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα· καὶ ὃ ἐὰν ᾖ δίκαιον, λήψεσθε, Καὶ ὑπὲρ τὸ δίκαιον, λήψεσθε· μόνον μετανοήσατε, μόνον προσέλθετε, μόνον γίνεσθε μετ᾽ ἐμοῦ. Οὐ μέμψεσθέ μου τὴν προτροπήν· οὐδεὶς γὰρ ἐμοὶ πιστεύσας ἀπῆλθεν ἀχαριστῶν, οὐδὲ ὁ ἐμοὶ διακονήσας ἔμεινεν ἔτι πτωχός. Οὕτως ὁ οἰκοδεσπότης τοῦ οἴκου τούτου τὸν ἀμπελῶνα τοῦτον ἀνεπλήρωσεν. Ὀψίας δὲ γενομένης.