Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητόν· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν οἰκοδεσπότῃ

Ἰωάννης ὁ Χρυσόστομος

Η διανομή του μισθού, ο γογγυσμός και η θεία φιλανθρωπία

Η απόδοση της αμοιβής με αρχή από τους τελευταίους εργάτες, η αντίδραση των πρώτων και η απολογία του Δεσπότη Χριστού περί της άπειρης συγκατάβασής Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Ἤδη τῆς παρούσης ζωῆς ὡς ἡμέρας ὑποῤῥευσάσης, ἤδη παραγενομένης τῆς μακρᾶς τοῦ θανάτου νυκτὸς, ἤδη τῆς ἀναστάσεως τῶν νεκρῶν ἀνατειλάσης, ὥσπερ ὄρθρου τινὸς ἑσπέραν μὴ κεκτημένου διάδοχον, λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας. Κάλεσον πάντας τοὺς ἐξ Ἀδάμ· κάλεσον τὸν Ἄβελ τὸν διὰ θυσίαν τυθέντα· κάλεσον τὸν Ἐνὼχ τὸν εὐαρεστήσαντα, καὶ μετατεθέντα· κάλεσον τὸν Νῶε τὸν τῆς ναυαγησάσης φύσεως καλὸν κυβερνήτην· κάλεσον τὸν πιστότατον Ἀβραὰμ, τὸν φιλόθεον μᾶλλον ἢ φιλότεκνον, τὸν στρατευσάμενον κατὰ τῶν σπλάγχνων αὐτοῦ, τὸν τηρήσαντα τὴν πίστιν· κάλεσον τὸν Ἰωσὴφ τὸν τῆς σωφροσύνης ἐργάτην, κάλεσον τοὺς πατριάρχας, κάλεσον τοὺς προφήτας· κάλεσον τὸν Ἠλίαν τὸν καλῶς ἡνιοχήσαντα καὶ γενόμενον ἡνίοχον πυρίνων ἁρμάτων· κάλεσον τοὺς ἀποστόλους, τοὺς τῆς Καινῆς Διαθήκης φωστῆρας· κάλεσον τοὺς μάρτυρας, καὶ τοὺς μιμησαμένους μου τὸν ὑπὲρ αὐτῶν θάνατον· κάλεσον Στέφανον τὸν δι᾽ ἐμὲ λιθασθέντα· κάλεσον Βαρλαὰμ τὸν διὰ φυλακὴν τοῦ ἀμπελῶνος κατακαέντα τὴν δεξιάν· κάλεσον πάντας τοὺς καλῶς κοπιάσαντας· κάλεσον τοὺς τὰ ἐμὰ καλλιεργήσαντας κτήματα, Καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν.

Ἄνοιξον τοὺς ἐμοὺς θησαυροὺς, ἄνοιξον τὰς ἐμὰς ἀποθήκας, ἄνοιξον τὰ φαιδρὰ τῆς ἐμῆς βασιλείας βασίλεια· προκόμισον τοὺς βασιλικοὺς στεφάνους, προκόμισον τὰ θεῖα βραβεῖα· μὴ φείσῃ μηδενὸς τῶν ἐμῶν κειμηλίων. Οὐκ ἐφείσαντο γὰρ οὗτοι τῶν οἰκείων ψυχῶν δι᾽ ἐμέ. Στεφάνωσον τὰς κεφαλὰς τῶν ἀθλησάντων, ὡς ἠβουλόμην ἐγώ· ἔμβαλε τὰ βραβεῖα ταῖς καμούσαις χερσίν. Μηδεὶς ἀστεφάνωτος ἐντεῦθεν ἐξέλθῃ, μηδεὶς ἀγέραστος ὑποστρέψῃ, μηδεὶς ἀποστερηθῇ τῶν ἀμοιβῶν· πάντες πλουτήσωσιν, πάντες χορεύσωσιν, καὶ ἴδωσιν, ἐπὶ τίσιν ἐμισθωσάμην αὐτούς· ἴδωσιν, ποίων οἱ πειθόμενοι ἐμοὶ τυγχάνουσιν ἀγαθῶν· ἴδωσι, ποίων δωρεῶν ἑαυτοὺς ἀποστεροῦσιν οἱ καλούμενοι, καὶ παραγενέσθαι μὴ βουλόμενοι. Ἀπόδος αὐτοῖς τὸν μισθὸν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων, ἕως τῶν πρώτων, τοὺς ἐσχάτους πρώτους εὐφραίνων ταῖς δωρεαῖς· οὗτοι γὰρ μάλιστα χρείαν ἔχουσι τῆς ἐμῆς ἀγαθότητος. Ἐκεῖνοι μέντοι πρώϊθεν εὐθέως ἅμα τῇ ἡμέρᾳ τῶν πόνων ἀρξάμενοι, αὐτὴν τὴν ἡμέραν καὶ τὰς ὥρας καὶ τὰς ἀρετὰς καὶ τοὺς ἀγῶνας καὶ τὰς συνθήκας συνηγόρους ἔχουσιν· οὗτοι δὲ ἔσχατοι, πάντων τούτων ἔρημοι καθεστῶτες, πρὸς μόνην τὴν φιλανθρωπίαν τὴν ἐμὴν ἀποβλέπουσιν.

Τούτοις οὖν τοῖς ἐσχάτοις πρώτοις ἐπίδος τὰ δῶρα, καὶ τότε τοῖς πρώτοις ἐπιδώσεις τὰς ἀμοιβάς. Καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν, ἔλαβον ἕνα δηνάριον. Καὶ τοῦτο περιχαρῶς ἐν ταῖς ἑαυτῶν χερσὶ περιστρέφοντες ἔλεγον· Ἐκινδυνεύσαμεν ἀπιστεῖν τοῖς ἀγαθοῖς· ᾔδεισαν γὰρ οὐδὲν ἄξιον ὧν ἔλαβον ἐργασάμενοι.

Ὁρῶντες δὲ τὸ δῶρον τοῖς ὀφθαλμοῖς, καὶ ταῖς παλάμαις τὴν χάριν κατέχοντες, ἐχόρευον, ἐπανηγύριζον ἐπὶ τοῖς παρ᾽ ἐλπίδα καλοῖς. Ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν, ὅτι πλείονα λήψονται, καὶ ἔλαβον καὶ αὐτοὶ ἕνα δηνάριον. Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, λέγοντες· Οὗτοι οἱ ἔσχατοι. Ὁ δεσπότης τῷ λόγῳ παρήγαγεν, οὐχ ἵνα τοῖς τιμωμένοις φθονήσωσι (χαίρουσι γὰρ, οὐκ ἀγανακτοῦσι πάντων σωζομένων οἱ ὅσιοι), ἀλλ᾽ ἵνα δείξῃ τὴν οἰκείαν φιλανθρωπίαν τοιαύτην οὖσαν, ὥστε καὶ τοῖς ἀφθόνοις, εἰ ἐνεχώρει, φθόνον τεκεῖν.

γʹ. Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, λέγοντες, Οὗτοι οἱ ἔσχατοι, οὗτοι οἱ γεγηρακότες, οὗτοι οἱ μόλις τὴν σὴν δεσποτείαν ἐπεγνωκότες, οἱ μόλις τὰ γόνατα πρὸς τὴν σὴν προσκύνησιν κάμψαντες, οἱ μόλις τοῖς ὑποτρόμοις δακτύλοις τοῦ σωτηρίου σου σταυροῦ τὸ σύμβολον τοῖς μετώποις ἐπιχαράξαντες, οἱ μὴ βαστάσαντες κοφίνους πειρασμῶν, οἱ μὴ κρατήσαντες δικέλλας συμφορῶν· Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν.

Εἶδον μόνον τὸν σὸν ἀμπελῶνα, τοῖς ὀφθαλμοῖς ἡμῖν μόνοις ἐκοινώνησαν τῆς ἐργασίας, τὰς ὄψεις αὐτῶν ὑπέδειξαν, οὐ κατώρθωσαν πράξεις τινάς· μάρτυρες τῶν μόχθων, οὐ μερισταὶ γεγόνασιν· Καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα; Ἡμεῖς ἐφλέχθημεν ταῖς ἡδοναῖς, ἀλλ᾽ οὐκ ἐσβέσθημεν ταῖς ἀρεταῖς· ἡμεῖς ἐδιώχθημεν διὰ σὲ, ἡμεῖς μυρίους ὑπεμείναμεν πόνους, ἵνα τὴν σὴν οὐσίαν πλατύνωμεν· καὶ βαδίζομεν ἐντεῦθεν λαβόντες μισθοὺς ὁμοίους τοῖς μὴ κεκμηκόσιν ὁμοίως ἡμῖν· ὁ πόνος ἀνόμοιος, καὶ τὸ κέρδος προσόμοιον· ὁ κόπος ἄνισος, καὶ τὸ κλέος ἐφάμιλλον. Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν. Ἵνα μίαν ὥραν ἐγγύς σου κλαύσῃ γυνὴ πόρνη, καὶ λύσῃ τὰς τρίχας, ἃς ἔπλεκε πρὸ τούτου κακῶς, καὶ φιλήσῃ τοὺς ἀχράντους σου πόδας σώφροσι χείλεσι, καὶ προσενέγκῃ σοι τῷ οὐρανίῳ μύρον ἐπίγειον, ἔδωκας αὐτῇ πρέσβεια θυγατρὸς καὶ παρθένου. Ἵνα μίαν ὥραν ἐσταυρωμένος λῃστὴς ἐπὶ τοῦ σταυροῦ σοι προσφύγῃ καὶ βοήσῃ, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου, ὑπὲρ μόνης τῆς φωνῆς ταύτης ἀνέῳξας αὐτῷ τὸν παράδεισον. Ἵνα μίαν ὥραν μετανοήσῃ Παῦλος ὁ διώκτης, ὁ πολέμιος, Εὐαγγελιστὴς ἀναδέδεικται.

Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. Τί οὖν πρὸς τοὺς οὕτω διακειμένους ὁ φιλάνθρωπος Κύριος; Ἀποκριθεὶς ἑνὶ αὐτῶν εἶπε· Ἑταῖρε, οὐκ ἀδικῶ σε. Ὢ φιλανθρωπίας ἀνυπερβλήτου! ὁ Δεσπότης ὑπὲρ τῶν δούλων τῷ δούλῳ δικάζεται· ὁ κριτὴς ὑπὲρ τῶν κρινομένων ἀπολογεῖται τῷ κατηγόρῳ. Ἑταῖρε, οὐκ ἀδικῶ σε. Δίκασαί μοι κατὰ λόγον, ἑταῖρε, καὶ μὴ ἀδίκως λυποῦ· διαλέχθητί μοι νομίμως, καὶ μὴ παρανόμως δυσχέραινε· εἰπὲ, τί ἠδικήθης αὐτὸς, τιμηθέντος τοῦ συνδούλου σου; εἰπὲ, τί ἐβλάβης αὐτὸς, συμβασιλεύοντος ἔτι τοῦ σοῦ ἀδελφοῦ;

Οὐκ ἔλαβες, δι᾽ ὃ ἔκαμες; οὐχ ὑπεδέξω τῆς ἡμέρας ὅλης τέλειον τὸν μισθόν; οὐκ ἀπέλαβες, ὅπερ ἐπόθεις; τί οὖν ἄλλο πλέον ζητεῖς; Οὐχὶ δηναρίου συνεφώνησάς μοι; Ὑπόμνησον ἑαυτὸν τῶν ἐμῶν ὑποσχέσεων, ἐφ᾽ οἷς ἐμισθωσάμην σε τὴν ἀρχήν. Εἰ παρὰ τὰ συγκείμενα ἐποίησά τι, δικαίως ἀγανακτεῖς· εἰ δὲ τὰς συνθήκας ἐπλήρωσα, μάτην ἐγκαλεῖς τῷ ἀνεγκλήτῳ. Οὐχὶ δηναρίου συνεφώνησάς μοι; Μή τι τῶν σῶν ἐμείωσα δωρεῶν; μὴ τὰ σὰ λαβὼν ἑτέροις προσέδωκα; μὴ τὴν σὴν δόξαν ἄλλοις ἀπένεμον; οὐχὶ τὴν ἐμὴν οὐσίαν, οἷς ἠθέλησα, κατεμέρισα; τί οὖν γογγύζεις, βλαβεὶς ὡς δοῦλος, ὡς ἐλεύθερος τιμηθείς; τί οὖν γογγύζεις ὁ τοσοῦτον ὠφεληθείς; τί φθονεῖς τοῖς σοῖς ἀδελφοῖς, ἄφθονον ἔχων δεσπότην; Ἆρον τὸ σὸν, καὶ ὕπαγε. Ἀρκέσθητι τοῖς παροῦσι· μὴ θέλε μόνος βασιλεύειν κεκλημένος μετὰ πολλῶν· ἀρκεῖ ἡ βασιλεία τῶν οὐρανῶν καὶ σοὶ καὶ πᾶσι τοῖς ἀξίοις αὐτῆς. Θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. Τῷ θελήματί μου τίς ἀντιστήσεται; Θεὸς ὁ δικαιῶν, καὶ τίς ὁ κατακρίνων; Θεὸς ὁ χορηγῶν, τίς ὁ λογοθετῶν; Θεὸς ὁ πλουτίζων, τίς ὁ γυμνῶσαι δυνάμενος; ὁ κριτὴς συνήγορος, τίς ὁ κατήγορος; ὁ δικαστὴς σύνδικος, τίς ἀντίδικος εὑρεθήσεται; Θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί.

Οὐ φέρω τοὺς ἐμοὺς ἀνδριάντας γυμνοὺς δόξης καταλιπεῖν· οὐ φέρω τὴν ἐμὴν εἰκόνα πτωχεύουσαν παριδεῖν· οὐ φέρω μὴ συμβασιλεῦσαί μοι καὶ τούτους, δι᾽ οὓς κατῆλθον ἐκ τῶν οὐρανῶν.

Θέλω δοῦναι τούτῳ τῷ ἐσχάτῳ ὡς καὶ σοί. Ἔσχατος ἦλθεν, οἶδα κἀγώ· ἀλλὰ προσήγαγέ μοι πίστιν ἀπολογουμένην ὑπὲρ τῆς γεγενημένης βραδύτητος· ἔσχατος ἦλθεν, ἀλλ᾽ ἐπεδείξατο πόθον, οἷον ποθῶ· ἐπλανήθη τὸν παρελθόντα χρόνον ὡς πρόβατον, ἀλλ᾽ ἐπέγνω τὸν ποιμένα τὸ πρόβατον. Ἐμὸς ἦν οὗτος καὶ ὅτε ἐῤῥέμβετο.

Ἔσχατος ἦλθεν, ἀλλὰ διὰ τῆς ἐμῆς κολυμβήθρας παρῆλθεν, ὥσπερ καὶ σύ. Ἔσχατος ἦλθεν, ἀλλὰ τῆς ἐμῆς τραπέζης ἀπήλαυσεν, ὥσπερ καὶ σύ· ἔσχατος ἦλθεν, ἀλλ᾽ εἶδέ μου πᾶσαν τοῦ ἀμπελῶνος τὴν εὐπρέπειαν· εἶδε τοῦ ξύλου τῆς ζωῆς τὸ φυτόν· κατεφίλησε τὰς ἀκάνθας, ἃς ἐστεφανοφόρησα δι᾽ αὐτόν· περιεπτύξατο τὸν σταυρὸν, ὃν ὑπέμεινα δι᾽ αὐτόν. Οὐ δύναμαι οὖν τὸν οὕτω με ποθήσαντα, τὸν οὕτω μοι πιστεύσαντα, μὴ τιμῆσαι πάσῃ σπουδῇ καὶ τιμῇ. Ὡς ἐπίστευσας, ἐπίστευσεν· ὡς εὐπόρησας, εὐπόρησεν· ὡς προσεκύνησας, προσεκύνησεν· ὡς ἐβασίλευσας, ἐβασίλευσεν· ὡς ἔκαμες, οὐκ ἔκαμεν, ἀλλ᾽ ἐγὼ τῇ χάριτι τὸ λεῖπον ἀνεπλήρωσα. Ἢ οὐκ ἔξεστί μοι ποιῆσαι, ὃ θέλω, ἐν τοῖς ἐμοῖς; μὴ γὰρ τὰ σὰ δαπανῶ; Τὰ ἐμὰ χορηγῶ. Μὴ γὰρ ἐν τοῖς σοῖς φιλοτιμοῦμαι;

Ἐν τοῖς ἐμοῖς αὐθεντῶ. Μὴ γὰρ ἐπίτροπόν σε τῆς ἐμῆς κατέστησα γνώμης; Μισθωτόν σε ἔλαβον ὡς ἐξ ἀρχῆς. Μὴ γὰρ κύριόν σε τῆς ἐμῆς ἐξουσίας ἐχειροτόνησα; Ὡς φιλάνθρωπος κοινωνὸν ἐποιησάμην τῶν ἐμαυτοῦ. Εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, οὐ δύναται βλέπειν, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν. Ἀθολώτου χρεία βλέμματος εἰς τὴν τῶν μυστηρίων ἐπίσκεψιν· καθαρᾶς χρεία ψυχῆς εἰς τὴν τῶν καθαρῶν κατανόησιν.