Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητόν· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν οἰκοδεσπότῃ

Ἰωάννης ὁ Χρυσόστομος

Ικετευτικές ευχές και καταληκτήρια δοξολογία

Προσευχητικές αναφορές προς τον Κύριο για θεία ευσπλαχνία, συγχώρηση και πνευματική υιοθεσία μέσω του βαπτίσματος, οι οποίες επισφραγίζονται με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Οἴκτειρον τοὺς σοὺς δούλους, τοὺς αἰχμαλώτους, καὶ γυμνοὺς, καὶ νεκρούς· ἀπόδος ἡμῖν τὴν ἀρχαίαν συγγένειαν· ἔνδυσον οὓς ὁ διάβολος ἀπεγύμνωσεν· χρῖσον ἡμᾶς τῷ ἐλαίῳ τῆς ἁγίας σου χρίσεως· ἵνα μὴ βλαβῶμεν ἐὰν πάλιν δηχθῶμεν ὑπὸ τοῦ ὄφεως.

Θέλομεν ἐργάσασθαι τὰς σὰς ἐντολὰς, θέλομεν εὑρεθῆναι τοῦ ἀμπελῶνος ἐντὸς, θέλομεν ὡς ἐγγίζοντές σοι χρηματίζειν ἐργάται· ἐζήσαμεν πάσας ἡμῶν τὰς ἡμέρας κακῶς. θέλομεν ζῆσαι τὰς ὑπολοίπους καλῶς. Θέλοις ὡς πόρνοις συγχωρῆσαι. Συγχώρησον. Θέλοις ὡς τελώναις περιποιήσασθαι· θέλοις ὡς λῃστὰς φιλανθρωπεύσασθαι· θέλοις ὡς διώκτας περισῶσαι· περίσωσον, ὡς θέλεις· ἐλέησον μετανοοῦντας, οἷς ἐμακροθύμησας ἐξαμαρτάνουσιν· ἐλέησον προσπίπτοντας, οὓς καὶ ἀπολακτίζοντας ᾤκτειρες· ἐλέησον καθικετεύοντας, οὓς ὑβρίζοντας ἔφερες.

Ἄνοιξον ἡμῖν τοῖς χειμαζομένοις τὸν τῆς κολυμβήθρας λιμένα· ἄνοιξον ἡμῖν τοῖς τετραυματισμένοις τὸ ἀνώδυνον ἰατρεῖον· ἄνοιξον τοῖς παλαιωθεῖσιν τὸ ἄλυπον χωνευτήριον· ἄνοιξον τοῖς χρεωστοῦσιν θάνατον τὸν ἀκίνδυνον τάφον· ἄνοιξον ἡμῖν τῆς τριημέρου σου νεκρώσεως τὸ ζωηφόρον ἐκτύπωμα· ἄνοιξον ἡμῖν τῆς παλιγγενεσίας τὴν παρθένον γαστέρα· ἄνοιξον ἡμῖν τῆς υἱοθεσίας τὴν ἄφθαρτον μητέρα· ἄνοιξον ἡμῖν τῆς ἀθανασίας τὴν πύλην· ἄνοιξον ἡμῖν τὴν θύραν τῶν οὐρανῶν· ὅτι σὺ εἶπας, Κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.

Ἅπερ εἶπας, ἀληθείᾳ πλήρωσον· ἅπερ ἐλάλησας, ὡς ἀψευδὴς ἐπιτέλεσον. Πιστεύομεν, ὅτι δύνασαι πάντα ποιῆσαι· πιστεύομεν, ὅτι δύνασαι τῶν ἁμαρτημάτων ἡμῶν ἀποπλῦναι τὸν βόρβορον· πιστεύομεν, ὅτι δύνασαι διὰ Πνεύματος καὶ ὕδατος ἀναγεννῆσαι τοὺς ἐν ἁμαρτίαις γηράσαντας· πιστεύομεν, ὅτι δύνασαι τὴν ξένην λοχείαν ἐργάσασθαι· πιστεύομεν, ὅτι δύνασαι γυναῖκας καὶ βρέφη καὶ νέους καὶ ἄνδρας καὶ γέροντας ἐκ τῶν ὑδάτων νεοπλάστους ἀναγαγεῖν ὡς ἀρτίτοκα βρέφη· πιστεύομεν, ὅτι δύνασαι τοῖς ὕδασιν ἀποπνῖξαι τὰς ἁμαρτίας ἡμῶν, καθάπερ τὸν Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ πᾶσαν κατέκλυσας· πιστεύομεν, ὅτι δύνασαι σωτηρίας ὁδὸν ἐξευρεῖν, ὥς ποτε τοῖς Ἰσραηλίταις ἐδημιούργησα; ὁδὸν ἐν μέσῳ τῆς θαλάσσης· πιστεύομεν, ὅτι δύνασαι τοσαῦτα, ὅσα καὶ θέλεις Ταῦτα λέγοντες πρὸς τὸν Κύριον ἐπιμείνατε, ἵνα εἴπῃ καὶ πρὸς ὑμᾶς ὁ Σωτήρ· Πιστεύετε, ὅτι δύναμαι τοῦτο ποιῆσαι; Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.