ΟΜΙΛΙΑ Ιʹ. Τοῦ αὐτοῦ ὁμιλία, ῥηθεῖσα ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπὶ τοῦ Ἀποστόλου, ἐπισκόπου ὀλίγα προομιλήσαντος, εἰς τὸ, Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. αʹ. Εἴδετε τὸν γέροντα καὶ νέον, γέροντα μὲν τῷ σώματι, νέον δὲ τῷ φρονήματι; εἴδετε πολιὰν ἀκμάζουσαν καὶ γήρως τόνον σφριγῶντα; Τοιαῦτα γὰρ τὰ παρ᾽ ἡμῖν, ἀπ᾽ ἐναντίας τοῖς ἔξωθεν. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν πραγμάτων τὸ γῆρας ἄχρηστον· οἷον, ὁ στρατιώτης εἰς ταύτην ἐλθὼν τὴν ἡλικίαν, οὐ δύναται τεῖναι τόξον, οὐ βέλος ἀφεῖναι, οὔτε δόρυ σεῖσαι, οὔτε ἵππον ἀναβῆναι, οὔτε τείχεσι προσβαλεῖν, οὔτε ἄλλο τοιοῦτον οὐδὲν ἐργάσασθαι δύναται· καὶ ὁ κυβερνήτης δὲ, ὅταν αὐτῷ τὸν τόνον τῆς σαρκὸς χαλάσῃ τὸ γῆρας, οὐ σχοινία τεῖναι, οὐχ ἱστία ἀναπετάσαι, οὐ μεταχειρίσασθαι κώπην, οὐ μεταθεῖναι οἴακας, οὐ μαχέσασθαι κύμασιν, οὐκ ἄλλο τι τῶν τοιούτων δυνήσεται. Πάλιν ὁ γηπόνος ἐν τούτῳ τῆς ἡλικίας ὢν, οὐ ζεῦξαι βοῦς, οὐκ ἄροτρον ἑλκύσαι, οὐκ ἀναῤῥῆξαι καὶ ἀνατεμεῖν αὔλακας, οὐ θεραπεῦσαι δένδρον, οὐ χορῷ θεριζόντων ἑαυτὸν ἐγκαθίσαι, οὐκ ἄλλο τι τῶν τοιούτων πράττειν ἰσχύσει· ἀλλ᾽ ἕκαστος τούτων οἴκοι κάθηται, τὴν ἀπὸ τῆς ἡλικίας ἀτέλειαν ἔχων, καὶ ἀνάγκῃ μεγάλῃ καὶ ἀπαραιτήτῳ, τῷ γήρᾳ, πεπεδημένος.