Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητόν· Θερισμὸς μὲν πολύς

Ἰωάννης ὁ Χρυσόστομος

Συνεργία χάριτος και αυτεξουσίου, προτροπή και δοξολογία

Θεολογική προσέγγιση της συνεργίας μεταξύ της θείας χάριτος και της ανθρώπινης ελευθερίας, ηθική προτροπή για συνεχή πνευματικό αγώνα και καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν, ὅτι προσεῖχον τοῖς λεγομένοις ὑπὸ τοῦ Παύλου· καὶ γὰρ ὁ Κύριος διήνοιξε τὴν καρδίαν αὐτῶν προσέχειν τοῖς λαλουμένοις ὑπ᾽ αὐτοῦ. Ὅταν δὲ ἀκούσῃς, ὅτι ὄρη ταπεινοῖ, καὶ θερισμὸν ἐργάζεται, καὶ ὥριμον ποιεῖ τὸν καρπὸν, καὶ πολλὴν κατασκευάζει τὴν εὐκολίαν, μὴ ἀποστερήσῃς τοὺς πιστεύοντας τῶν μεγίστων κατορθωμάτων· οὐδὲ γὰρ ἐβιάζετο τὴν ἐλευθερίαν τῆς γνώμης, οὐδὲ ἐλυμαίνετο τὸ αὐτεξούσιον, ἀλλὰ συνέπραττε καὶ ἐβοήθει καὶ χεῖρα ὤρεγεν. Εἰ γὰρ τὸ πᾶν αὐτοῦ ἦν, οὐδὲν ἐκώλυεν ἅπαντας σώζεσθαι· νῦν δὲ τὸ μὲν αὐτοῦ ἐγίνετο, τὸ δὲ τῶν προσιόντων· τῶν μὲν προσιόντων τὸ βουληθῆναι καὶ ἑλέσθαι, καὶ πολλὴν ἐπιδείξασθαι τὴν προθυμίαν καὶ γενναίαν τὴν πίστιν, τοῦ δὲ τὸ παρέχειν τὰ δῶρα, καὶ εὔσημον ποιῆσαι τὸν λόγον καὶ σαφῆ τὴν διδασκαλίαν, καὶ τὰ σπέρματα καταβαλεῖν, καὶ βοηθῆσαι πρὸς τὸ ὥριμον γενέσθαι τὴν ἀκρόασιν.

Ταῦτ᾽ οὖν ἅπαντα ἐννοοῦντες, καὶ εἰς τὸν ὑπὲρ τῆς ἀρετῆς πόνον αὐτὸν λάβωμεν σύμμαχον καὶ βοηθὸν, τὰ παρ᾽ ἑαυτῶν πάντα εἰσφέροντες. Εἰ γὰρ πρᾶγμα τοσαύτην ἔχον δυσκολίαν, οὕτω ῥᾳδίως κατώρθωσεν, οὐκ ἐν μιᾷ καὶ δύο καὶ εἴκοσι πόλεσιν, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης, λέγω δὴ τὸ κήρυγμα καὶ τὴν διδασκαλίαν, καὶ εἰς ὅσην ἥλιος ἐφορᾷ γῆν ἅπασα αὕτη κατέσπαρται καὶ βρύει τῷ καλλίστῳ τούτῳ καρπῷ· εὔδηλον ὅτι καὶ εἰς τοὺς ὑπὲρ τῆς ἀρετῆς ἱδρῶτας συνεφάψεται ἡμῖν, μόνον ἐὰν μὴ ὕπτιοι καὶ ἀναπεπτωκότες ὦμεν ἡμεῖς, ἀλλὰ τὰ παρ᾽ ἑαυτῶν συνεισφέρωμεν, προθυμίαν, σπουδὴν, βούλησιν, γνώμην, ἀγρυπνίαν, φροντίδα, τὸ τῶν βιωτικῶν ἀπαλλαχθῆναι πραγμάτων, τὸ ζητεῖν τὰ μέλλοντα, τὸ καθ᾽ ἑκάστην ἡμέραν αὐτῶν ἐρᾷν. Ἂν γὰρ ταῦτα μετὰ ἀκριβείας παρέχωμεν, καὶ τὰ παρ᾽ αὐτοῦ πάντα ἕψεται· καὶ γενομένων ἐκείνων τευξόμεθα τῶν οὐρανίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.