Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητόν· Τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν

Ἰωάννης ὁ Χρυσόστομος

Καταληκτήριες προτροπές και δοξολογία

Τελικό συμπέρασμα περί της πνευματικής ωφέλειας των δοκιμασιών με προτροπές για καρτερία και ευχαριστία, το οποίο επισφραγίζεται με την τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Τοσοῦτόν ἐστι τὸ νήφειν, καὶ μηδέποτε παρατρέχειν τὰ πνευματικὰ κέρδη, ἀλλὰ πάντα καιρὸν ἐπιτήδειον ποιεῖσθαι πρὸς τὴν τοιαύτην ἐμπορίαν. Καλῶς ἄρα ἔλεγεν ὁ μακάριος οὗτος γράφων, Ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Ταύτην τὴν ῥῆσιν, παρακαλῶ, καὶ ἡμεῖς ἐγκεκολαμμένην ἔχοντες τῇ διανοίᾳ τῇ ἡμετέρᾳ, μηδέποτε ἀσχάλλωμεν, ἐπειδὰν λυπηροῖς τισι κατὰ τὸν βίον τοῦτον περιπέσωμεν, ἢ περιστάσεσιν, ἢ ἀῤῥωστίαις σωματικαῖς, ἢ ἑτέροις τισὶ λυπηροῖς πράγμασιν· ἀλλὰ πολλῇ κεχρημένοι τῇ φιλοσοφίᾳ, ἀντέχωμεν πρὸς πάντα πειρασμὸν, εἰδότες ὅτι, ἂν νήφωμεν, πανταχόθεν κερδαίνειν δυνάμεθα, καὶ μᾶλλον ἀπὸ τῶν πειρασμῶν ἢ ἀπὸ τῶν ἀνέσεων· καὶ μηδέποτε ἀλύωμεν, ἐννοοῦντες ὅσον τῆς ὑπομονῆς τὸ κέρδος, ἀλλὰ μηδὲ ἀπεχθῶς ἔχωμεν πρὸς τοὺς ἐπάγοντας ἡμῖν τοὺς πειρασμούς. Εἰ γὰρ κἀκεῖνοι τὸν οἰκεῖον σκοπὸν πληροῦντες τοῦτο ποιοῦσιν, ἀλλ᾽ ὁ κοινὸς Δεσπότης συγχωρεῖ, βουλόμενος ἡμᾶς καὶ διὰ τούτων ἐμπορεύσασθαι τὴν πνευματικὴν ἐμπορίαν, καὶ τῆς ὑπομονῆς λαβεῖν τὸν μισθόν. Ἐὰν οὖν δυνηθῶμεν εὐχαρίστως ἐνεγκεῖν τὰ ἐπαγόμενα, οὐ μικρὸν μέρος τῶν πεπλημμελημένων ἡμῖν διαλύσομεν.

Εἰ γὰρ τὸν θησαυρὸν τοῦτον καὶ τῆς οἰκουμένης διδάσκαλον, καθ᾽ ἑκάστην ἡμέραν κινδύνοις περιπίπτοντα ὁρῶν ὁ Δεσπότης ἠνείχετο, οὐ περιορῶν τὸν οἰκεῖον ἀθλητὴν, ἀλλὰ τὰ σκάμματα αὐτῷ μακρότερα κατασκευάζων, ἵνα τοὺς στεφάνους αὐτῷ λαμπροτέρους ἀπεργάσηται, τί ἂν εἴποιμεν ἡμεῖς, οἱ μυρίων γέμοντες ἁμαρτημάτων, καὶ διὰ ταῦτα πολλάκις τοῖς πειρασμοῖς περιπίπτοντες, ἵνα τὴν ὑπὲρ τούτων δίκην ἐνταῦθα δόντες, μικρᾶς γοῦν φιλανθρωπίας ἀξιωθῶμεν, ἐπὶ τῆς φοβερᾶς ἐκείνης ἡμέρας τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀπολαύσαντες; Τοῦτο δὲ λογιζόμενοι παρ᾽ ἑαυτοῖς, πρὸς ἅπαντα γενναίως ἀντέχωμεν, ἵνα καὶ τῆς ὑπομονῆς τὸν μισθὸν δεξώμεθα ἀπὸ τοῦ φιλανθρώπου Δεσπότου, καὶ τὸ πλῆθος τῶν ἡμῖν ἡμαρτημένων ὑποτεμέσθαι δυνηθῶμεν, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.