Τοῦτο δὲ ἐξέβη παρὰ τὴν ἀγνωμοσύνην τῶν δεξαμένων αὐτόν. Οὕτω δὴ καὶ ἐνταῦθα, τὸ, Ἵνα, οὐχὶ αἰτιολογίας ἐστὶν, ἀλλὰ ἐκβάσεως. Ὅτι γὰρ ἄλλη τίς ἐστιν αἰτία τῶν αἱρέσεων, καὶ οὐ διὰ τοῦτο ἐγένοντο αἱρέσεις, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται, ἀλλ᾽ ἑτέρωθεν ἔλαβον τὰς προφάσεις, ἄκουσον τοῦ Χριστοῦ δῆλον τοῦτο ποιοῦντος ἡμῖν· Ὡμοιώθη, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ· καὶ ἐν τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν ἐχθρὸς ἄνθρωπος, καὶ ἔσπειρε τὰ ζιζάνια. Ὁρᾷς, ὅτι διὰ τοῦτο αἱρέσεις, ἐπειδὴ ἐκαθεύδησαν οἱ ἄνθρωποι, ἐπειδὴ ἐῤῥᾳθύμησαν; ἐπειδὴ οὐ προσέσχον μετὰ ἀκριβείας τοῖς λεγομένοις; Ἵν᾽ οὖν μὴ λέγῃ τις, Τίνος ἕνεκεν συνεχώρησεν ὁ Χριστός; φησὶν ὁ Παῦλος, ὅτι Οὐδέν σε βλάπτει ἡ συγχώρησις αὕτη· ἐὰν ᾖς δόκιμος, φανερώτερος ἔσῃ μᾶλλον. Οὐ γάρ ἐστιν ἴσον, μηδενὸς ὑποσκελίζοντος, μηδὲ ἀπατῶντος, ἐπὶ τῆς ὀρθῆς στῆναι πίστεως, καὶ μυρίων προσρηγνυμένων κυμάτων, ἄσειστον καὶ ἀπερίτρεπτον μεῖναι. Καθάπερ οὖν τὰ δένδρα αἱ τῶν ἀνέμων προσβολαὶ πάντοθεν ῥιπίζουσαι ἰσχυρότερα ποιοῦσιν, ἂν ᾖ καλῶς ἐῤῥιζωμένα καὶ μετὰ ἀκριβείας· οὕτω δὴ καὶ τὰς ψυχὰς τὰς πεπηγυίας ἐν τῷ θεμελίῳ τῆς ὀρθῆς πίστεως, ὅσαι ἂν προσβάλωσιν αἱρέσεις, οὐ περιτρέπουσιν, ἀλλὰ καὶ ἰσχυροτέρας ποιοῦσι. Τί οὖν πρὸς τοὺς ἀσθενοῦντας, φησὶ, καὶ περιτρεπομένους καὶ ὑποσκελιζομένους ῥᾳδίως;