Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητὸν τοῦ ἀποστόλου· Δεῖ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι

Ἰωάννης ὁ Χρυσόστομος

Ανακεφαλαίωση, προτροπή σε ελεημοσύνη και δοξολογία

Σύνοψη της ερμηνείας του αποστολικού χωρίου, προτροπή προς τους πιστούς για άσκηση ελεημοσύνης προς τους πτωχούς και καταληκτική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ταῦτα καὶ ὑμεῖς ἀκούσαντες, ἀγαπητοὶ, ἐπιστομίζετε τοὺς ἁπλῶς τῇ ἀποστολικῇ κεχρημένους ῥήσει καὶ διδασκαλίᾳ· διορθοῦτε τοὺς ἐπὶ βλάβῃ τῇ ἑαυτῶν καὶ τῇ ἑτέρων ταῖς Γραφαῖς κεχρημένους. Ἔγνωτε γὰρ περὶ τίνος φησὶ τὸ, Δεῖ δὲ καὶ αἱρέσεις εἶναι ἐν ὑμῖν, περὶ τῆς διχοστασίας τῆς ἐν ταῖς τραπέζαις γινομένης, ἐπειδὴ Ὁ μὲν πεινᾷ, ὁ δὲ μεθύει.

Καὶ μετὰ τῆς ὀρθῆς πίστεως καὶ πολιτείαν συμβαίνουσαν τοῖς δόγμασιν ἐπιδειξώμεθα, πολλὴν περὶ τοὺς πένητας φιλοφροσύνην, πολλὴν ὑπὲρ τῶν δεομένων ποιούμενοι πρόνοιαν· ἐμπορίαν πνευματικὴν ἐμπορευσώμεθα, μηδὲν πλέον τῆς χρείας ἐπιζητῶμεν.

Τοῦτο πλοῦτος, τοῦτο ἐμπορία, τοῦτο θησαυρὸς ἀνελλιπὴς, τὸ πάντα τὰ ὄντα εἰς τὸν οὐρανὸν μετατιθέναι, καὶ θαῤῥεῖν λοιπὸν ὑπὲρ τῆς φυλακῆς τῶν ἀποκειμένων. Διπλοῦν γὰρ ἡμῖν ἀπὸ τῆς ἐλεημοσύνης ἔσται τὸ κέρδος, ὅτι τε οὐκέτι δεδοίκαμεν ὑπὲρ τῶν καταβληθέντων χρημάτων, μήποτε λῃσταὶ καὶ τοιχωρύχοι καὶ οἰκετῶν κακουργία αὐτὰ λυμήνηται, καὶ ὅτι κείμενα οὐχ ἁπλῶς κατορώρυκται ἄκαρπα· ἀλλ᾽ ὥσπερ ῥίζα ἐν λιπαρῷ φυτευθεῖσα χωρίῳ, καθ᾽ ἕκαστον ἐνιαυτὸν ὡρίμους φέρει τοὺς καρποὺς, οὕτω καὶ ἀργύριον ἐν ταῖς τῶν πενήτων χερσὶ φυτευθὲν, οὐ καθ᾽ ἕκαστον ἐνιαυτὸν μόνον, ἀλλὰ καὶ καθ᾽ ἑκάστην ἡμέραν πνευματικοὺς ἡμῖν φέρει τοὺς καρποὺς, παῤῥησίαν πρὸς τὸν Θεὸν, ἁμαρτημάτων συγχώρησιν, ἀγγέλων ἐγγύτητα, συνειδὸς ἀγαθὸν, εὐφροσύνην πνευματικῆς ἀγαλλιάσεως, ἐλπίδα ἀκαταίσχυντον, τὰ θαυμαζόμενα ἀγαθὰ, ἅπερ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ τοῖς ἐν θερμῇ καὶ ζεούσῃ ψυχῇ ἐκζητοῦσι τὸ ἔλεος τῆς ἐπιφανείας αὐτοῦ· ἧς γένοιτο πάντας ἡμᾶς τὸν παρόντα βίον εὐαρέστως διανύσαντας ἐπιτυχεῖν, τῆς αἰωνίου τῶν σωζομένων χαρᾶς, χάριτι καὶ οἰκτιρμοῖς τοῦ ἀληθινοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ αὐτοῦ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.