Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητὸν τοῦ εὐαγγελίου καὶ περὶ παρθενίας

Ἰωάννης ὁ Χρυσόστομος

Ερμηνεία των δύο οδών και έπαινος της παρθενίας

Ανάλυση της ευαγγελικής ρήσης για τη στενή και την πλατιά οδό, αντιπαραβολή της κοσμικής απάτης με τη χριστιανική ζωή και ανάδειξη του ιδεώδους της παρθενίας έναντι των μεριμνών του γάμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Ιʹ. Τοῦ αὐτοῦ εἰς τὸ τοῦ Εὐαγγελίου ῥητὸν, καὶ περὶ παρθενείας, καὶ παραινετικὸς εἰς τὰς ἐκπεσούσας. Οὐδὲν ὁ θεῖος λόγος ἀσκόπως, οὐδὲ ξένον τῆς ἡμετέρας σωτηρίας παρέδωκεν αἴνιγμα. Ὅθεν ποῦ μου τὸν, νοῦν ἐκπετάσω, τὸ πυκνὸν τῆς ἐννοίας ἐρευνῆσαι προετρέψατο, καὶ ἰδεῖν τί ἄρα βούλεται τὸ ἐν τῷ Εὐαγγελίῳ παρὰ τοῦ Δεσπότου λεγόμενον. Πολλοῖς μὲν γὰρ πολλὰ διὰ παραβολῆς ἐλάλησε, τοῖς μὲν σαφηνίζων τὰ δυσχερῆ, τοῖς δὲ ἀποκαλύπτων τὰ εὔδηλα ἡμῖν, τὸν περὶ σωτηρίας λόγον ποιούμενος, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος τρανὴν καὶ ἀσύγχυτον τὴν πεῖραν τῶν αἰνιγμάτων παρέδωκε· πῆ μὲν ἀπὸ τῶν καθ᾽ ἡμέραν πραγμάτων διεξιέναι δυναμένους τὴν ἔμφασιν, πῆ δὲ καὶ ἀπ᾽ αὐτῆς τῆς ἐννοίας τοῦ λεγομένου τὴν αἴσθησιν ὑποδέξασθαι.

Ἔλεγεν ὁ Δεσπότης, ὅτι Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς, ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν· πλατεῖα δὲ καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοὶ εἰσέρχονται δι᾽ αὐτῆς· Ἐκπλήξεως ὁ λόγος, ἀγνωσίας ὁ τρόπος, τί, Πλατεῖα, φησὶν, ἡ ὁδὸς τῆς ἀπωλείας. Οὐ γνωρίζει τὴν ὁδὸν ταύτην ὁ Χριστός· οὐ γὰρ δι᾽ αὐτοῦ ἐγένετο· συμπαθείας οὖν ῥῆμα, ἰατρείας τὸ αἴνιγμα.

Ὢ τῆς φιλανθρώπου εὐνοίας! ὢ τῆς Δεσποτικῆς κηδεμονίας! ὁμοῦ καὶ τὴν νίκην καὶ τὴν ἧτταν προτίθησιν, ὁμοῦ καὶ τὸν οἶκτον καὶ τὴν ἀπόφασιν· Οἶδα, φησὶ, πῶς ὀλισθηρὸν τὸ γένος τῶν ἀνθρώπων, πῶς χαμαίζηλον, πῶς ὀφθαλμοῤῥεπὲς, πῶς εὐολίσθητον, πῶς εὐκαταμάχητον, πῶς ἄνανδρον, πῶς εὐάλωτον, εἰ μὴ πίστει στηρίζοιτο· ἤκουσε πλατεῖαν ὁδὸν, καὶ ἐπέδραμεν ὡς ἐπὶ παγίδα ὄρνεον· ἤκουσε στενὴν, καὶ φεύγει τὴν σωτηρίαν, οὐκ ἐρευνήσας ἀμφοτέρων τὸ χρήσιμον· καὶ γὰρ αἰτεῖται τὴν πάλην, καὶ φεύγει τὸ σκάμμα· καὶ μάλιστα ἀκούσας, ὅτι Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος, καὶ τῷ βοηθῷ οὐ προσέδραμεν, ἀλλὰ φεύγει φυγῇ, μὴ γινώσκων ὅτι τὸ ἀγαθὸν ἐκφεύγει καὶ εἰς τὸ ἧττον προσκολλᾶται.

Ὢ τῆς ἀνοίας! Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, ἀκούσας, ὤκλασας, ἄνθρωπε; καὶ Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ ἀκούσας, οὐκ ἐπτόησας; Μᾶλλον δὲ τὴν μὲν μάστιγα ἐπτόησας, τὸ δὲ πάθος τῆς ἁμαρτίας οὐκ ἔσβεσας. Τί πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς τῆς ἀπωλείας;

Ὁδὸν ἐνταῦθα τὸν βίον λέγει, ἐπειδὴ ἡ πλατεῖα τοῖς ἀπατωμένοις δοκεῖ τὸ ἡδὺ τοῦ κόσμου. Τί δὲ ταύτης παρὰ τοῖς εὐφρονοῦσιν ἀθλιώτερον; Ἡ μὲν γὰρ στενὴ νομιζομένη εἰς οὐρανοὺς ὁδηγεῖ, ἡ δὲ πλατεῖα δοκοῦσα εἰς ᾅδην καθέλκει τοὺς ἑπομένους αὐτήν. Μὴ γὰρ πλατεῖαν νομίσῃς εἶναι ἀληθῶς, ἀγαπητὲ, ἢ ἀγαθὴν τὴν ὁδὸν ἐκείνην, ἐπειδὴ τοιαύτῃ λέξει ὁ Δεσπότης ἐχρήσατο. Ὥσπερ γὰρ ὁ Σολομὼν λέγει, μέλι ἀποστάζειν ἀπὸ χειλέων γυναικὸς πόρνης, παρὰ φύσιν δὲ τὸ λεγόμενον· πῶς γὰρ δυνατὸν ἀπὸ χειλέων γυναικὸς μέλι ἀποστάξαι ποτέ; ἀλλὰ τὸ δοκοῦν τῆς ἀπάτης ἡδὺ καὶ τῆς ματαίας ἡδονῆς τὴν ἀπάτην μέλι ὁ λόγος ἐκάλεσεν· οὕτω καὶ ἐνταῦθα πλάτος λέγει ὁδοῦ τὰ διάφορα τῶν ἡδονῶν πάθη, καὶ πᾶσαν τὴν τοῦ βίου ἀπόλαυσιν.

Ἀκούσατέ μου οἱ τὸν αὐχένα ὑποκλίναντες καὶ δεξάμενοι τὸν χρηστὸν καὶ τὸν ἐλαφρὸν καὶ μακάριον ζυγὸν, μονάζοντες καὶ παρθένοι· ἀκούσατέ μου ὅσαι ἀφιερώσατε ἑαυτὰς καὶ ἐδώκατε τὰ σώματα ὑμῶν τῷ Κυρίῳ· ἀκούσατέ μου αἱ τοῦ οὐρανίου νυμφίου στέφανοι, ἀκούσατέ μου αἱ τοῦ ἡλίου λαμπρότεραι, ἀκούσατέ μου αἱ τῆς βασιλείας εἴσοδοι, ἀκούσατέ μου αἱ τοῦ Θεοῦ φίλαι, ἀκούσατέ μου αἱ τοῦ Δαυῒδ χορεύτριαι, ἀκούσατέ μου τὰ τῆς Ἐλισαβὲτ ἔγγονα, ἀκούσατέ μου αἱ Ἰωάννου σύντροφοι, ἀκούσατέ μου αἱ κληρονόμοι Θεοῦ, ἀκούσατέ μου αἱ τὸ σκάμμα καὶ τὴν νίκην καὶ τὸν ἀγωνοθέτην ἐν τῷ σκάμματι περιφέρουσαι, ἀκούσατέ μου αἱ Μαρίας ἀδελφαὶ, ἀκούσατέ μου αἱ μητέρες καὶ νύμφαι καὶ δουλίδες Χριστοῦ· οὐχὶ ἐμοῦ δὲ ἀκούσατε, παρακαλῶ, ἀλλὰ τοῦ Ἀποστόλου λέγοντος, Παρακαλῶ οὖν ὑμᾶς, παραστήσατε τὰ σώματα ἡμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ. Ἀξιόπιστος ὁ παρακαλῶν, καὶ μὴ παραιτήσει τὴν δόσιν. Ἴδε τίς ἐστιν ὁ παρακαλῶν σε, καὶ φρίξον τὴν αἴτησιν· ὁ ἕως τρίτου οὐρανοῦ ἀναβὰς, ὁ φωνῆς Θεοῦ ἀξιωθεὶς, ὁ ἀκούσας ἄῤῥητα ῥήματα, παρακαλεῖ, Παραστήσατε τὰ σώματα ὑμῶν ἁγνὰ τῷ Θεῷ. Τί παρακαλεῖς, Παῦλε; τί γάρ σοι μέλει περὶ τῶν παρθένων; οὐ σὺ εἶπας, ὅτι Περὶ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω; οὐ σὺ εἶπας, Τίμιος ὁ γάμος; οὐ σὺ εἶπας, Μὴ ἀποστερεῖτε ἀλλήλους τῆς συμμιξίας; τί νῦν ἁγνείαν κηρύττεις;

εἶτα δὲ τί σοι λοιπὸν μέλει περὶ τῶν παρθένων; ἐκ σαρκικοῦ γάμου καὶ φθορᾶς Θέκλαν ἥρπασας, καὶ ἔσωσας· τί σοι περὶ τῶν λοιπῶν παρθένων μέλει λοιπόν; Ναὶ, φησὶ, σφόδρα φροντίζω περὶ τοῦ ἁγνοῦ καὶ ἀπαθοῦς γάμου. Εἰ γὰρ τῷ τῶν ἀνθρώπων ἐμεσίτευσα γάμῳ, πολλῷ μᾶλλον τὸ τοῦ Χριστοῦ μεσιτεύσω μετὰ πολλῆς τῆς σπουδῆς· νυμφαγωγός εἰμι τοῦ Χριστοῦ· οὐκ ἀρκεῖταί μου ὁ Δεσπότης μιᾷ κόρῃ, οὐ θέλει ἕνα γάμον· πολλὴ αὐτοῦ ἡ προὶξ, πολλὴ ἡ κληρονομία. Διὸ ἀπέστειλέ με πολλὰς αὐτῷ συναγαγεῖν· ὅθεν ἔλεγεν, Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.

Ὅρα πόσην ἀκρίβειαν εἶπεν ὁ Ἀπόστολος, ἵνα μὴ σαρκικὸν τὸν γάμον νομίσῃς εἶναι. Ὢ τῆς τυφλότητος! ὢ τῆς ἀνοίας! τίς οὐκ ἂν ποθήσειε τὸν ἄφθαρτον καὶ ἀκάματον γάμον; τὴν ἁγνὴν κοίτην, τὴν ἄσπιλον παστάδα; τὴν ἀμόλυντον λοχείαν; τὴν ἀθάνατον συνάφειαν; τὴν ἀπαθῆ τεκνογονίαν; τὴν ἀπένθητον φιλανδρίαν; τὴν ἀζήμιον προῖκα; τὴν αἰώνιον ἀπόλαυσιν; τὴν ἀμέριμνον ζωήν; τὴν μετὰ Χριστοῦ συνοικεσίαν; τὴν μετὰ ἀγγέλων διαγωγήν; τὴν τῶν θεοπρεπῶν ᾀσμάτων τερπνότητα; τὴν εὐωδίαν τὴν πανάρετον; τὴν πάμφωτον λυχνίαν; τὴν παγκόσμιον ἐλευθερίαν; τὴν πρὸς Θεὸν πορείαν; τὴν μετὰ ἀγγέλων χορείαν; τὴν τοῦ σώματος ῥῶσιν; τὴν τῆς ψυχῆς καθαρότητα; Ἡ γὰρ συναφθεῖσα πρὸς γάμον ἀνδρὶ μεριμνᾷ πῶς ἀρέσει φθειρομένῃ σαρκί· οὔπω τίκτει, καὶ τὸ πένθος ὀδυρᾶται· θρῆνος πολλάκις διὰ τὸν ἄνδρα, θρῆνος περὶ στειρώσεως καὶ ἀτεκνίας, θρῆνος περὶ πολυτεκνογονίας, τούτων θνησκόντων· θρῆνος ἀτάκτως τῶν τέκνων περιπατούντων. Ἡ δὲ τοῦ Κυρίου παρθένος μεριμνᾷ πως ἀρέσει τῷ Κυρίῳ. Ἀκούσατε μετὰ ἀκριβείας τοῦ Ἀποστόλου βοῶντος, Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Καὶ οὐκ εἶπε, Σὲ, ἀλλὰ, Ὑμᾶς, ἵνα μὴ νομίσῃς περὶ σαρκικοῦ γάμου λέγειν αὐτόν. Παρακαλῶ οὖν ὑμᾶς, φησὶ, παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ.