Ἀκούσατέ μου οἱ τὸν αὐχένα ὑποκλίναντες καὶ δεξάμενοι τὸν χρηστὸν καὶ τὸν ἐλαφρὸν καὶ μακάριον ζυγὸν, μονάζοντες καὶ παρθένοι· ἀκούσατέ μου ὅσαι ἀφιερώσατε ἑαυτὰς καὶ ἐδώκατε τὰ σώματα ὑμῶν τῷ Κυρίῳ· ἀκούσατέ μου αἱ τοῦ οὐρανίου νυμφίου στέφανοι, ἀκούσατέ μου αἱ τοῦ ἡλίου λαμπρότεραι, ἀκούσατέ μου αἱ τῆς βασιλείας εἴσοδοι, ἀκούσατέ μου αἱ τοῦ Θεοῦ φίλαι, ἀκούσατέ μου αἱ τοῦ Δαυῒδ χορεύτριαι, ἀκούσατέ μου τὰ τῆς Ἐλισαβὲτ ἔγγονα, ἀκούσατέ μου αἱ Ἰωάννου σύντροφοι, ἀκούσατέ μου αἱ κληρονόμοι Θεοῦ, ἀκούσατέ μου αἱ τὸ σκάμμα καὶ τὴν νίκην καὶ τὸν ἀγωνοθέτην ἐν τῷ σκάμματι περιφέρουσαι, ἀκούσατέ μου αἱ Μαρίας ἀδελφαὶ, ἀκούσατέ μου αἱ μητέρες καὶ νύμφαι καὶ δουλίδες Χριστοῦ· οὐχὶ ἐμοῦ δὲ ἀκούσατε, παρακαλῶ, ἀλλὰ τοῦ Ἀποστόλου λέγοντος, Παρακαλῶ οὖν ὑμᾶς, παραστήσατε τὰ σώματα ἡμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ. Ἀξιόπιστος ὁ παρακαλῶν, καὶ μὴ παραιτήσει τὴν δόσιν. Ἴδε τίς ἐστιν ὁ παρακαλῶν σε, καὶ φρίξον τὴν αἴτησιν· ὁ ἕως τρίτου οὐρανοῦ ἀναβὰς, ὁ φωνῆς Θεοῦ ἀξιωθεὶς, ὁ ἀκούσας ἄῤῥητα ῥήματα, παρακαλεῖ, Παραστήσατε τὰ σώματα ὑμῶν ἁγνὰ τῷ Θεῷ. Τί παρακαλεῖς, Παῦλε; τί γάρ σοι μέλει περὶ τῶν παρθένων; οὐ σὺ εἶπας, ὅτι Περὶ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω; οὐ σὺ εἶπας, Τίμιος ὁ γάμος; οὐ σὺ εἶπας, Μὴ ἀποστερεῖτε ἀλλήλους τῆς συμμιξίας; τί νῦν ἁγνείαν κηρύττεις;