Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητὸν τοῦ εὐαγγελίου καὶ περὶ παρθενίας

Ἰωάννης ὁ Χρυσόστομος

Πνευματική εγρήγορση, Δευτέρα Παρουσία και Τελική Κρίση

Προτροπή σε νήψη ενόψει του φοβερού Βήματος, περιγραφή της ματαιότητας της κοσμικής δόξας και αντιπαραβολή της αιώνιας μακαριότητας των δικαίων με την κόλαση των αμαρτωλών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Φρίξον τὴν ἀσχημοσύνην ἐκείνην. Ἆρα γὰρ ταύτην ἡδονὴν ἔστιν εἰπεῖν ἀπόλαυσιν βίου; ἆρα τοῦτο τρυφὴ, τοῦτο πλάτος; τίς αὕτη τῆς μανίας ἡ συγκατάθεσις; Ἀλλὰ νῆφε ἐν πᾶσι καὶ λέγε· οὐ γὰρ αὑτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Χαῖρε οὖν πάντοτε, καθὼς γέγραπται· Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις· ὁ φόβος τοῦ Θεοῦ καταστραπτέτω ἐν τῇ καρδίᾳ σου. Μὴ ῥίψασπις γένῃ στρατιώτης, μὴ δειλὸς καὶ ὀκνηρὸς ἐργάτης, μὴ φύγῃς τὸν στέφανον. Ὁ βίος βραχὺς, ἡ δὲ κρίσις μακρά. Πρὸς ταύτην ἀφορῶν, ἀδελφὲ, ὑποφώνει σου τὴν καρδίαν ἅμα τῷ ἁγίῳ, καὶ λέγε· Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον· μιμοῦ τὸν Δαυῒδ, καὶ μιᾷ λίθου βολῇ κατάῤῥαξον τὸν πολέμιον. Ἑστήκασιν ἄγγελοι θεωροὶ τοῦ βίου σου· Θέατρον, γὰρ φησὶν, ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις· ἐάν σε ἴδωσι νικῶντα, χαίρουσιν ἐπὶ τῷ κατορθώματι· ἐὰν ἡττώμενον, ἀναχωροῦσι στυγνοὶ, γελῶσι δὲ ἐπὶ σοὶ τὰ δαιμόνια. Σπάσαι οὖν ἀντὶ ῥομφαίας τὸν φόβον τοῦ Θεοῦ· ὁ γὰρ φόβος τοῦ Θεοῦ ὡς μάχαιρα δίστομός ἐστι, συγκόπτων πᾶσαν ἐπιθυμίαν πονηράν.

Λάμβανε οὖν πάντοτε τὸν φόβον τοῦ Θεοῦ, μιμνησκόμενος τὴν ἐσχάτην ἡμέραν διαπαντὸς, ὅταν οἱ οὐρανοὶ πυρούμενοι λυθήσονται, ὅταν ἄστρα ὡς φύλλα πεσοῦνται, ἥλιος δὲ καὶ σελήνη σκοτισθήσονται, καὶ οὐ δώσουσι τὸ φέγγος αὐτῶν· ὅταν φανερωθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ κατέλθῃ ἀπὸ τῶν οὐρανῶν ἐπὶ τὴν γῆν· καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· ὅταν ἀγγέλων καταδρομαὶ, αἱ φωναὶ τῶν σαλπίγγων ἐπερχομέων, πῦρ ἐνώπιον αὐτοῦ καιόμενον καὶ διατρέχον κατακλύζειν τὴν οἰκουμένην, κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα, σεισμοὶ φοβεροὶ καὶ κεραυνοὶ, οἳ οὐδέποτε ἐγένοντο οὐδὲ γίνονται ἕως ἐκείνης τῆς ἡμέρας, ὥστε καὶ αὐτὰς τὰς δυνάμεις τῶν οὐρανῶν τρόμῳ μεγάλῳ συλληφθῆναι.

Οὐκοῦν ποταμοὺς δεῖ εἶναι ἡμᾶς, ἀδελφοί μου; ποῖος φόβος καὶ ποία φρίκη λήψεται ἡμᾶς; κατανόησον τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, ὅτε οὐκ ἴσχυσαν τὸν γνόφον καὶ τὸν ζόφον καὶ τὴν φωνὴν τοῦ λαλοῦντος Θεοῦ ἐκ μέσου τοῦ πυρὸς, ἀλλ᾽ ἐσπούδασαν τοῦ μὴ προσθεῖναι αὐτοῖς λόγον. Οὐδὲ γὰρ κατὰ ἀλήθειαν ἔφερον τὸ διαστελλόμενον, καίπερ οὐ μετὰ θυμοῦ κατελθόντος, οὐδὲ μετ᾽ ὀργῆς λαλοῦντος πρὸς αὐτοὺς, ἀλλὰ παρακλήσει πληροφοροῦντος αὐτοὺς, ὅτι αὐτός ἐστι μετ᾽ αὐτῶν. Ἄκουσον οὖν, ἀδελφέ μου, εἰ μετὰ παρακλήσεως οὐκ ἰσχύσαμεν βαστάσαι τὴν ἔλευσιν αὐτοῦ, ὅτε οὔτε οἱ οὐρανοὶ πυρούμενοι ἐλύθησαν, οὔτε οἱ σαλπίζοντες ἤχησαν καθὼς μέλλει ἡ σάλπιγξ ἐκείνη βοᾷν καὶ ἐξυπνίζειν τοὺς ἀπ᾽ αἰῶνος κεκοιμημένους, οὔτε πῦρ κατακλύζον τὴν οἰκουμένην, οὔτε τι τῶν μελλόντων γίνεσθαι φοβερῶν ἐγένετο· τί ποιήσομεν, ὅταν κατέλθῃ μετ᾽ ὀργῆς καὶ θυμοῦ ἀνυποστάτου, καὶ καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ προσκαλέσωνται τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, καὶ ἀπὸ πάντων τῶν περάτων τῆς γῆς τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ; Οἴμοι! ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς, ὅτε παριστάμεθα γυμνοὶ καὶ τετραχηλισμένοι, μέλλοντες εἰσάγεσθαι εἰς τὸ φρικτὸν βῆμα; οἴμοι, οἴμοι! ποῦ τότε ἡ περπερότης; ποῦ τότε ἡ ἀνδρεία τῆς σαρκός; ποῦ δὲ τὸ κάλλος τὸ ψευδὲς καὶ ἀνωφελές; ποῦ τότε ἡ ἡδυφωνία τῶν ἀνθρώπων;

ποῦ τότε ἡ παῤῥησία ἡ ἀναιδὴς καὶ ἀναίσχυντος, ποῦ τότε ὁ καλλωπισμὸς τῶν ἱματίων; ποῦ τότε ἡ ἡδονὴ τῆς ἁμαρτίας ἡ ἀκάθαρτος καὶ μιαρὰ ἀληθῶς; ποῦ τότε οἱ τὴν κόπρον τῶν ἀῤῥένων ἡδονὴν ἡγούμενοι; ποῦ τότε οἱ μετὰ τυμπάνων καὶ μουσικῶν τὸν οἶνον πίνοντες; ποῦ τότε ἡ καταφρόνησις τῶν ἐν ἀφοβίᾳ ζώντων; ποῦ τότε ἡ τρυφὴ καὶ σπατάλη; πάντα γὰρ παρῆλθον καὶ ὡς χαῦνος ἀὴρ διελύθησαν. Ποῦ τότε ἡ φιλαργυρία καὶ ἡ φιλοκτημοσύνη, καὶ ἡ ἐξ αὐτῶν ἀσπλαγχνία; ποῦ τότε ἡ ἀπάνθρωπος ὑπερηφανία, ἡ πάντα βδελυσσομένη, καὶ αὐτὴ λογιζομένη εἶναί τι; ποῦ τότε ἡ καινὴ καὶ ματαία ἀνθρωπίνη προκοπὴ καὶ δόξα; ποῦ τότε ἡ δυναστεία καὶ ἡ τυραννίς; ποῦ τότε βασιλεὺς, ποῦ ἄρχων, ποῦ ἡγούμενος; ποῦ οἱ ἐπ᾽ ἐξουσιῶν, οἱ γαυριώμενοι ἐπὶ πλήθει πλούτου, καὶ τοῦ Θεοῦ καταφρονοῦντες; Τότε ἰδόντες οὕτως ἐθαύμασαν, τρόμος ἐπελάβετο αὐτούς· ἐκεῖ ὠδῖνες ὡς τικτούσης, ἐν πνεύματι βιαίῳ συντριβήσονται. Ποῦ τότε ἡ σοφία τῶν σοφῶν; ποῦ τὰ μάταια αὐτῶν πανουργεύματα; Οὐαὶ αὐτοῖς, Ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. Ποῦ τότε σοφός; ποῦ τότε γραμματεύς; ποῦ συνζητητὴς τοῦ αἰῶνος τοῦ ματαίου τούτου; Ἀδελφέ μου, ἀναλόγισαι ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς, διδόντας λόγον περὶ ὧν ἐπράξαμεν, εἴτε μεγάλων εἴτε μικρῶν· ἕως γὰρ ἀργοῦ λόγου ἀπολογίαν διδοῦμεν τῷ δικαίῳ κριτῇ.

Ποταποὺς οὖν δεῖ εἶναι ἡμᾶς ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἐὰν εὕρωμεν χάριν ἐνώπιον αὐτοῦ; ποία δὲ χαρὰ διαδέξεται ἡμᾶς ἀφοριζομένους ἐκ δεξιῶν τοῦ βασιλέως; ποταποὺς δεῖ εἶναι ἡμᾶς, ὅταν ἀσπάζωνται ἡμᾶς οἱ ἅγιοι πάντες; Ἐκεῖ ἀσπάζεταί σε Ἀβραὰμ, Ἰσαὰκ, Ἰακὼβ, Νῶε, Ἰὼβ, Δαυῒδ, καὶ οἱ ἅγιοι προφῆται καὶ ἀπόστολοι καὶ μάρτυρες καὶ πάντες οἱ δίκαιοι οἱ τῷ Θεῷ εὐαρεστήσαντες ἐν τῇ ζωῇ τῆς σαρκὸς αὐτῶν, καὶ ὅσους ἀκούεις καὶ θαυμάζεις αὐτῶν τὸν βίον, καὶ ἤθελες ἄρτι θεάσασθαι αὐτοὺς, αὐτοὶ ἐκεῖ ἔρχονται πρὸς σὲ, καὶ περιπτυσσόμενοι ἁρπάζονταί σε, ἀγαλλιώμενοι ἐπὶ τῇ σῇ σωτηρίᾳ. Ποταποὺς οὖν δεῖ εἶναι ἡμᾶς τότε; ποταπὴν δὴ χαρὰν ἔχειν ἐκείνην τὴν ἀνεκλάλητον, ὅταν εἴπῃ ὁ Βασιλεὺς τοῖς ἐκ δεξιῶν μεθ᾽ ἱλαρότητος, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου; Τότε, ἀδελφέ μου, λήψῃ τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, καὶ λοιπὸν σὺν Χριστῷ βασιλεύσεις· τότε κατακληρονομήσεις ἐκεῖνα τὰ ἀγαθὰ, Ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· τότε λοιπὸν ἀμέριμνος ἔσῃ, μηκέτι πτοούμενος μηδεμίαν πτόησιν.

Ἀναλόγισαι, ἀδελφέ μου, οἷόν ἐστι τὸ βασιλεῦσαι ἐν οὐρανῷ. Καθὼς γὰρ προείπομεν, δέξῃ τὸ διάδημα ἐκ χειρὸς Κυρίου, καὶ βασιλεύσεις τοῦ λοιποῦ σὺν Χριστῷ. Ἀναλόγισαι, ἀδελφέ μου. οἷόν ἐστι τοῦ Θεοῦ τὸ πρόσωπον βλέπειν διαπαντὸς, οἷόν ἐστιν ἔχειν αὐτὸν φωστῆρα. Τότε γὰρ οὐκ ἔσται σοι ὁ ἥλιος ὡς φῶς ἡμέρας, καθώς φησιν Ἡσαΐας, Οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα, ἀλλ᾽ ἔσται σου Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς δόξα σοι. Ἰδοὺ, ἀδελφέ μου, οἵα χαρὰ ἀπόκειται τοῖς φοβουμένοις τὸν Κύριον, καὶ τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ. Ἀναλόγισαι δὲ μετὰ ταῦτα καὶ τὴν τῶν ἁμαρτωλῶν ἀπώλειαν, ὅταν εἰσάγωνται εἰς τὸ βῆμα τὸ φοβερὸν, οἵα αἰσχύνη αὐτοὺς λήψεται ἐνώπιον τοῦ δικαίου κριτοῦ, μὴ ἔχοντες λόγον ἀπολογίας· οἵα ἐντροπὴ λήψεται αὐτοὺς ἀφοριζομένους ἐξ εὐωνύμων τοῦ Βασιλέως· οἷον σκότος ἐπιπέσει ἐπ᾽ αὐτοὺς, ὅταν Λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτοὺς λέγων· Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· οἴμοι, οἴμοι! οἵαν θλῖψιν καὶ στενοχωρίαν ἕξει τὸ πνεῦμα αὐτῶν, ὅταν γένηται κραυγὴ πάντων λεγόντων· Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ!

Οἴμοι! οἷός ἐστιν ὁ τόπος, ὅπου ἐστὶν Ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὁ καλούμενος Τάρταρος, ὃν καὶ αὐτὸς ὁ Σατανᾶς φρίσσει! οἴμοι! οἵα ἐστὶν ἡ γέεννα τοῦ πυρὸς τοῦ ἀσβέστου! οἴμοι! οἷός ἐστιν ὁ ἀκοίμητος καὶ ἰοβόλος σκώληξ! οἴμοι! οἷοί εἰσιν οἱ ἄγγελοι οἱ ἐπὶ τῶν κολάσεων, ἄσπλαγχνοι καὶ ἀνελεήμονες! ὀνειδίζουσι γὰρ καὶ ἐπιπλήττουσι δεινῶς. Τότε οἱ κολαζόμενοι κεκράξονται πρὸς Κύριον, καὶ οὐκ εἰσακούσεται αὐτῶν· τότε γνώσονται ὅτι μάταια αὐτοῖς ἀπέβη πάντα τὰ τοῦ βίου, καὶ ἃ ἐνόμιζον ἐντεῦθεν ἡδέα εἶναι, χολῆς καὶ ἰοῦ πικρότερα εὑρέθησαν. Ποῦ τότε ἡ ψευδώνυμος ἡδονὴ τῆς ἁμαρτίας; ἄλλη γὰρ ἡδονὴ οὐκ ἔστιν εἰ μὴ τὸ φοβεῖσθαι τὸν Κύριον. Ἀληθῶς τοῦτο ἡδονή ἐστιν εἰ μὴ τὸ φοβεῖσθαι τὸν Κύριον. Ἀληθῶς τοῦτο ἐμπιπλᾷ τὴν ψυχήν. Τότε καταγνώσουσιν ἑαυτῶν, καὶ τῶν ἔργων ὧν ἔπραξαν· τότε ὁμολογήσουσι λέγοντες ὅτι δικαία ἡ κρίσις τοῦ Θεοῦ. Ἠκούσαμεν γὰρ ταῦτα, καὶ οὐκ ἠθελήσαμεν ἐπιστρέψαι ἀπὸ τῶν πονηρῶν ἡμῶν πράξεων· καὶ τότε ἀνοίσουσι ταῦτα λέγοντες· Οἴμοι τῷ ἐν ἁμαρτίαις ἀνεικάστοις συλληφθέντι· ὑπὲρ ἀριθμῶν ψάμμου θαλάσσης ἥμαρτον, καὶ κατακάμπτομαι ἐξ αὐτῶν ὡσεὶ ἀπὸ πολλῶν δεσμῶν σιδήρου· οὐ γὰρ ἔστι μοι παῤῥησία ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ. Πρὸς τίνα οὖν καταφύγω, εἰ μὴ πρὸς σὲ, φιλάνθρωπε, εἰ μὴ πρὸς σὲ, ἀμνησίκακε;