Τίνος δὲ ἕνεκεν ταῦτα εἴρηται, ἀναγκαῖον εἰπεῖν Φιλάνθρωπος ὢν ὁ Θεὸς, καὶ περὶ τὸ ἐλεεῖν ὀξὺς, πρὸς δὲ τὸ τιμωρεῖσθαι καὶ κολάζειν ἀναδυόμενος, ὥστε μὴ τοὺς Ἰουδαίους παραδοῦναι τιμωρίαις, προφήτας ἔπεμψε, φοβῶν αὐτοὺς διὰ τῶν ῥημάτων, ὥστε μὴ κολάσαι διὰ τῶν πραγμάτων, ὅπερ καὶ ἐπὶ τῶν Νινευιτῶν ἐποίει. Καὶ γὰρ ἐκεῖ τότε τὴν πόλιν καταστρέψαι ἠπείλησεν, οὐχ ἵνα καταστρέψῃ, ἀλλ᾽ ἵνα μὴ καταστρέψῃ· ὅπερ οὖν καὶ ἐγένετο. Τοῦτο δὴ καὶ τότε ἔπραττε, καὶ προφήτας ἔπεμπεν, ἀπειλῶν βαρβάρων ἔφοδον, πολέμους, αἰχμαλωσίας, δουλείας, ἀπαγωγὴν, τὴν ἐν ἀλλοτρίᾳ διατριβήν. Καὶ καθάπερ πατὴρ φιλόστοργος παῖδα ἀκόλαστον ἔχων καὶ ῥᾴθυμον, σωφρονίσαι θέλων, ἱμάντας ἐπιζητεῖ, σχοίνους ἀπειλεῖ, λέγων· Δήσω, μαστίξω, ἀναιρήσω, καὶ γίνεται ἐν τοῖς ῥήμασι φοβερὸς, ὥστε ταύτῃ τὴν κακίαν ἀναστεῖλαι τοῦ νέου· οὕτω δὴ καὶ ὁ Θεὸς ἠπείλει συνεχῶς, τῷ φόβῳ ποιῆσαι βελτίους βουλόμενος. Ταῦτα ὁρῶν ὁ διάβολος, καὶ βουλόμενος ἐκλῦσαι τὴν ἐκ τῆς τοιαύτης ἀπειλῆς διόρθωσιν γινομένην, καθῆκε ψευδοπροφήτας, καὶ τῶν προφητῶν ἀπειλούντων αἰχμαλωσίαν, καὶ δουλείαν, καὶ λιμοὺς, ἐκεῖνοι τὰ ἐναντία ἔλεγον, εἰρήνην, εὐετηρίαν, καὶ μυρίων ἀγαθῶν ἀπόλαυσιν.