Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητὸν τοῦ Ἠσαΐου· Ἐγὼ κύριος ὁ θεὸς ἐποίησα φῶς

Ἰωάννης ὁ Χρυσόστομος

Ο παιδαγωγικός σκοπός των θλίψεων και το αδούλωτο της αρετής

Ερμηνεία των θείων απειλών και των φαινομενικών κακών, όπως η αιχμαλωσία και ο λιμός, ως μέσων παιδαγωγίας. Παράθεση βιβλικών παραδειγμάτων που καταδεικνύουν την υπεροχή της αρετής και καταληκτική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ὁ πλοῦτος ποτὲ μὲν γὰρ εἰς πλεονεξίαν ὑπηρετεῖται. ποτὲ δὲ εἰς ἐλεημοσύνην· ἀλλὰ παρὰ τὴν γνώμην τοῦ χρωμένου. Πενία ποτὲ μὲν εἰς βλασφημίαν, ποτὲ δὲ εἰς εὐφημίαν καὶ φιλοσοφίαν ὑπηρετεῖται. Ἐπεὶ οὖν πολλοὶ τῶν ἀλογωτέρων (ἐπὶ γὰρ τὴν λύσιν ἰτέον λοιπὸν) οὐ τὰ κακὰ μόνον, ἃ οὐκ ἄν ποτε γένοιτο καλὰ, ἀλλὰ καὶ τῶν μέσων ἔνια κακὰ καλοῦσιν, οἷον πενίαν, αἰχμαλωσίαν, δουλείαν, ἅπερ ἐδείξαμεν οὐ τῶν κακῶν, ἀλλὰ τῶν μέσων ὄντα· πολλοὶ δὲ, ὅπερ ἔφθην εἰπὼν, ταῦτα κακὰ καλοῦσιν, οὐκ ὄντα κακά· περὶ ὧν ὁ προφήτης φησὶ, τῶν κατὰ τὴν τῶν πολλῶν ὑπόνοιαν καλουμένων, οὐ τῶν ὄντως κακῶν· περὶ αἰχμαλωσίας, περὶ δουλείας, περὶ λιμοῦ, καὶ ὅσα τοιαῦτα. Ὅτι γὰρ ταῦτα οὐ κακὰ, ἀλλὰ καὶ κακῶν ἀναιρετικὰ, τὸν λιμὸν πρότερον εἰς μέσον ἀγάγωμεν, τὸν πᾶσι φρικτὸν καὶ φοβερὸν εἶναι δοκοῦντα. Πῶς οὖν οὐ κακὸν, μάνθανε, καὶ παιδεύου φιλοσοφεῖν.

Ἡνίκα τῶν Ἑβραίων ὁ δῆμος εἰς ἔσχατον ἐξώκειλε παρανομίας, τότε δὴ ὁ μέγας Ἠλίας, καὶ τῶν οὐρανῶν ἄξιος, ὁ βουλόμενος τὴν ἐκ τῆς ῥᾳθυμίας νόσον ἀνελεῖν, καὶ διορθῶσαι ταύτην, ἐπήγαγε λέγων· Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου· καὶ ὁ μηλωτὴν μόνην κεκτημένος, τὸν οὐρανὸν ἀπέκλεισε· τοσαύτη παῤῥησία αὐτῷ πρὸς τὸν Θεόν. Ὁρᾷς ὅτι οὐ κακὸν ἡ πενία; Οὐκ ἂν ὁ πάντων ἀνθρώπων πενέστερος τοσαύτης ἀπέλαυσε παῤῥησίας, ὡς χαμαὶ βαδίζων, ἑνὶ μόνῳ λόγῳ τοσαύτην ἰσχὺν ἐπιδείξασθαι. Εἰπὼν τοίνυν τοῦτο, ἐπήγαγε λιμὸν, καθάπερ παιδαγωγὸν ἄριστον, καὶ διορθωτὴν τῶν γινομένων κακῶν· καὶ καθάπερ πυρετοῦ λάβρου εἰς σῶμα ἐμπεσόντος, καὶ αὐταὶ τῆς γῆς αἱ φλέβες ἀνεξηράνθησαν, καὶ χείμαῤῥοι ἐπέλιπον, καὶ βοτάναι, καὶ τῆς γῆς αἱ λαγόνες ἄγονοι λοιπὸν ἦσαν. Καὶ οὐ μικρὰ τότε ὁ δῆμος ἐκαρπώσατο, τῆς ῥύμης τῆς ἐπὶ τὴν παρανομίαν ἀπαλλαγεὶς, καὶ συσταλεὶς, καὶ γενόμενος ἐπιεικέστερος, καὶ τῷ προφήτῃ χειροήθης. Οἱ γὰρ πρὸς τὰ εἴδωλα τρέχοντες, καὶ τοὺς υἱοὺς αὐτῶν κατασφάττοντες τοῖς δαιμονίοις, οὗτοι τοσούτων ἱερέων τῆς Βάαλ ἀναιρουμένων, οὐκ ἐδυσχέραναν, οὐκ ἠγανάκτησαν, ἀλλ᾽ ἤνεγκαν σιγῇ καὶ φόβῳ τὸ γινόμενον, ἀπὸ τοῦ λιμοῦ βελτίους γενόμενοι.

ϛʹ. Ὁρᾷς ὡς οὐ μόνον [οὐ] κακὸν ὁ λιμὸς, ἀλλὰ καὶ κακῶν ἀναιρετικὸς, ἐν τάξει φαρμάκου τὰ νοσήματα διορθωσάμενος; Εἰ καὶ τὴν αἰχμαλωσίαν αὐτὴν βούλει ἰδεῖν οὐ τῶν κακῶν οὖσαν, ἐννόησον τίνες μὲν ἦσαν οἱ Ἰουδαῖοι πρὸ τῆς αἰχμαλωσίας, τίνες δὲ ἐν τῇ αἰχμαλωσίᾳ, ἵνα μάθῃς ὅτι οὔτε ἡ ἐλευθερία ἁπλῶς καλὸν, οὔτε ἡ αἰχμαλωσία κακόν. Ὅταν μὲν γὰρ ἦσαν ἐν ἐλευθερίᾳ, καὶ τὴν πατρίδα εἶχον τὴν ἑαυτῶν, τοιαῦτα ἔπραττον, ὡς καθ᾽ ἑκάστην ἡμέραν τοὺς προφήτας αὐτῶν καταβοᾷν, τῶν νόμων πατουμένων, καὶ τῶν εἰδώλων προσκυνουμένων, καὶ τῶν ἐντολῶν τοῦ Θεοῦ παραβαθεισῶν· ἐπειδὴ δὲ ἀπηνέχθησαν εἰς γῆν ἀλλοτρίαν, καὶ ἐν τῇ τῶν βαρβάρων χώρᾳ διέτριβον, οὕτω συνεστάλησαν, καὶ βελτίους ἐγένοντο, καὶ τοῦ νόμου φύλακες, ὥς ἔστιν ἐκ τοῦ ψαλμοῦ τοῦτο μαθεῖν, ὃν ἀναγκαῖον εἰς μέσον ἀγαγεῖν σήμερον, ἵνα μάθητε τῆς αἰχμαλωσίας τὸν καρπόν.

Τίς δέ ἐστιν ὁ ψαλμός; Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. Ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν. Ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν, λέγοντες· ᾌσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών. Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;

Εἶδες πῶς αὐτοὺς συνέστειλεν ἡ αἰχμαλωσία; Πρὸ μὲν γὰρ ταύτης καὶ τῶν προφητῶν ἐνηχούντων μὴ παραβαίνειν τὸν νόμον, οὐκ ἠνέσχοντο· μετὰ δὲ ταύτην, καὶ τῶν βαρβάρων ἐπικειμένων, καὶ τῶν κυριευόντων καταναγκαζόντων καὶ κατεπειγόντων παραβαίνειν, οὐχ ὑπήκουον, ἀλλ᾽ ἔλεγον· Οὐκ ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας, ἐπειδὴ ὁ νόμος τοῦτο οὐκ ἐπέτρεπεν. Ὅρα δὲ καὶ τοὺς παῖδας τοὺς τρεῖς οὐ μόνον οὐδὲν βλαπτομένους ἀπὸ τῆς αἰχμαλωσίας, ἀλλὰ καὶ λαμπροτέρους ἀπ᾽ αὐτῆς γενομένους· καὶ τὸν Δανιὴλ ὁμοίως. Τί δὲ ὁ Ἰωσήφ; τί κακὸν ἔπαθε, καὶ ξένος, καὶ δοῦλος, καὶ δέσμιος γενόμενος; οὐχὶ διὰ τοῦτο μόνον εὐδοκίμει καὶ ἔλαμπε;

Τί δὲ ἡ βάρβαρος ἐκείνη γυνὴ, καὶ ἐν πλούτῳ καὶ ὑπερηφανίᾳ καὶ ἐν ἐλευθερίᾳ διατρίβουσα, ἐντεῦθεν ἀπώνατο; οὐχὶ πάντων ἦν ἀθλιωτέρα, ἐπειδὴ τούτοις εἰς δέον χρήσασθαι οὐκ ἠθέλησεν; Οὐκοῦν ταῦτα μὲν ἡμῖν ἀποδέδεικται σαφῶς, τίνα μὲν κακὰ, τίνα δὲ καλὰ, τίνα δὲ μέσα· καὶ ὅτι περὶ τῶν μέσων ὁ προφήτης φησὶν, οὐ τῶν ὄντως κακῶν, ἀλλὰ τῶν δοκούντων εἶναι τοῖς πολλοῖς, αἰχμαλωσίας, δουλείας, ἀπαγωγῆς.

Τίνος δὲ ἕνεκεν ταῦτα εἴρηται, ἀναγκαῖον εἰπεῖν Φιλάνθρωπος ὢν ὁ Θεὸς, καὶ περὶ τὸ ἐλεεῖν ὀξὺς, πρὸς δὲ τὸ τιμωρεῖσθαι καὶ κολάζειν ἀναδυόμενος, ὥστε μὴ τοὺς Ἰουδαίους παραδοῦναι τιμωρίαις, προφήτας ἔπεμψε, φοβῶν αὐτοὺς διὰ τῶν ῥημάτων, ὥστε μὴ κολάσαι διὰ τῶν πραγμάτων, ὅπερ καὶ ἐπὶ τῶν Νινευιτῶν ἐποίει. Καὶ γὰρ ἐκεῖ τότε τὴν πόλιν καταστρέψαι ἠπείλησεν, οὐχ ἵνα καταστρέψῃ, ἀλλ᾽ ἵνα μὴ καταστρέψῃ· ὅπερ οὖν καὶ ἐγένετο. Τοῦτο δὴ καὶ τότε ἔπραττε, καὶ προφήτας ἔπεμπεν, ἀπειλῶν βαρβάρων ἔφοδον, πολέμους, αἰχμαλωσίας, δουλείας, ἀπαγωγὴν, τὴν ἐν ἀλλοτρίᾳ διατριβήν. Καὶ καθάπερ πατὴρ φιλόστοργος παῖδα ἀκόλαστον ἔχων καὶ ῥᾴθυμον, σωφρονίσαι θέλων, ἱμάντας ἐπιζητεῖ, σχοίνους ἀπειλεῖ, λέγων· Δήσω, μαστίξω, ἀναιρήσω, καὶ γίνεται ἐν τοῖς ῥήμασι φοβερὸς, ὥστε ταύτῃ τὴν κακίαν ἀναστεῖλαι τοῦ νέου· οὕτω δὴ καὶ ὁ Θεὸς ἠπείλει συνεχῶς, τῷ φόβῳ ποιῆσαι βελτίους βουλόμενος. Ταῦτα ὁρῶν ὁ διάβολος, καὶ βουλόμενος ἐκλῦσαι τὴν ἐκ τῆς τοιαύτης ἀπειλῆς διόρθωσιν γινομένην, καθῆκε ψευδοπροφήτας, καὶ τῶν προφητῶν ἀπειλούντων αἰχμαλωσίαν, καὶ δουλείαν, καὶ λιμοὺς, ἐκεῖνοι τὰ ἐναντία ἔλεγον, εἰρήνην, εὐετηρίαν, καὶ μυρίων ἀγαθῶν ἀπόλαυσιν.

Διὸ καὶ ὀνειδίζοντες αὐτοῖς οἱ προφῆται ἔλεγον· Εἰρήνη, εἰρήνη· καὶ ποῦ ἔστιν εἰρήνη; Καὶ ὅσοι τῶν φιλολόγων, τοῦτο ἴσασιν, ὡς ἅπαντα κρατεῖν, ἃ τοῖς προφήταις πρὸς τοὺς ψευδοπροφήτας ἐγένοντο, ἐκλύοντας τοῦ λαοῦ τὴν σπουδήν. Ἐπεὶ οὖν οὕτως ἐκλύοντες διέφθειραν τὸν λαὸν, φησὶν ὁ Θεὸς διὰ τῶν προφητῶν· Ἐγὼ ὁ Θεὸς ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Καὶ ποῖα κακά; Ταῦτα τὰ εἰρημένα, αἰχμαλωσίαν, δουλείαν, καὶ ὅσα τοιαῦτα· οὐ πορνείαν, καὶ ἀσέλγειαν, καὶ πλεονεξίαν, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν. Διὰ τοῦτο καὶ ὁ ἕτερος προφήτης εἰπὼν, Εἰ ἔστι κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε, ταύτην λέγει τὴν κακίαν, τοὺς λιμοὺς, τὰς νόσους, τὰς θεηλάτους πληγάς. Οὕτω καὶ ὁ Χριστὸς, ὅταν λέγῃ, Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς, τοὺς ἱδρῶτας, τὸν μόχθον, τὴν ταλαιπωρίαν φησί.

ζʹ. Τοῦτο οὖν φησιν ὁ προφήτης· Μὴ ὑμᾶς ἐκλυέτωσαν οἱ ψευδοπροφῆται· ὁ γὰρ Θεὸς ὑμῖν εἰρήνην δοῦναι δύναται, καὶ αἰχμαλωσίᾳ παραδοῦναι· τουτέστιν, Ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, αὐτὰς τὰς λέξεις βασανίσωμεν μετὰ ἀκριβείας. Εἰπὼν γὰρ ἄνω, Ἐγώ εἰμι ὁ ποιήσας φῶς καὶ σκότος, τότε ἐπήγαγε, Ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Δύο ἐναντία ἄνω τέθεικε, καὶ δύο ἐναντία μετὰ ταῦτα, ἵνα μάθῃς ὅτι οὐ περὶ πορνείας λέγει, ἀλλὰ περὶ συμφορῶν. Τί γὰρ ἀντιδιαστέλλεται τῇ εἰρήνῃ; Εὔδηλον ὅτι αἰχμαλωσία, οὐκ ἀσέλγεια, οὐδὲ πορνεία, οὐδὲ πλεονεξία. Ὥσπερ οὖν ἀνωτέρω ἐναντία δύο τέθεικεν, οὕτω δὴ καὶ ἐνταῦθα· ἐναντίον δὲ τῇ εἰρήνῃ οὐ πορνεία, οὐδὲ μοιχεία, οὐδὲ ἀσέλγεια, οὐδὲ αἱ λοιπαὶ κακίαι, ἀλλ᾽ αἰχμαλωσία καὶ δουλεία. Ἀλλ᾽ ὅπερ ἐπὶ τῶν στοιχείων πάσχουσι, τοῦτο καὶ ἐπὶ τῶν πραγμάτων.

Οἷόν τι λέγω· ὥσπερ ἐποίησε φῶς καὶ σκότος, καὶ πολλοῖς τὸ μὲν φῶς ἡδὺ δοκεῖ εἶναι, τὸ δὲ σκότος ἐπαχθὲς, καὶ διαβάλλουσι τὴν νύκτα ὡς πονηράν τινα οὖσαν· οὕτω δὲ καὶ ἐπὶ τῶν πραγμάτων. Ἀλλ᾽ οὔτε τὴν νύκτα διαβλητέον, οὐδὲ τὸ σκότος, οὐδὲ ἁπλῶς τὴν δουλείαν, καὶ τὴν αἰχμαλωσίαν. Τί γὰρ, εἰπέ μοι, φαῦλον ἔχει τὸ σκότος; οὐχὶ πόνων ἐστὶν ἀνάπαυσις; οὐχὶ φροντίδων ἄνεσις; οὐχὶ λύπης ἀναίρεσις; οὐχὶ ἰσχύος προσθήκη; Εἰ δὲ μὴ σκότος ἦν καὶ νὺξ, πότε ἂν ἀπελαύσαμεν τοῦ φωτός; οὐκ ἂν διεφθάρη καὶ ἀπώλετο τοῦτο τὸ ζῶον ὁ ἄνθρωπος;

Ὥσπερ δὲ τὸ σκότος δοκεῖ μὲν τοῖς ἀνοήτοις εἶναι κακὸν, οὐκ ἔστι δὲ, ἀλλὰ πρὸς τὴν ἡμέραν ἡμῖν συντελεῖ, καὶ πρὸς τὰς ἐργασίας ἐν αὐτῇ τοὺς ἀναπαυσαμένους ἐπιτηδειοτέρους κατασκευάζει· οὕτω οὐδὲ αἰχμαλωσία φαῦλον· περὶ ἧς ὁ προφήτης διελέγετο λέγων, Ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά· ἀλλὰ χρησιμώτερον τοῖς εἰς δέον χρωμένοις· σωφρονεστέρους δὲ καὶ ἐπιεικεστέρους ποιεῖ περικόπτουσα ἀπόνοιαν.

Ἀδούλωτον γὰρ ἡ ἀρετή, καὶ οὐδὲν αὐτῆς περιγενέσθαι δύναιτ᾽ ἂν, οὐ δουλεία, οὐκ αἰχμαλωσία, οὐ πενία, οὐ νόσος, οὐκ αὐτὸ, ὃ πάντων τυραννικώτερον, ὁ θάνατος. Καὶ δηλοῦσιν ἅπαντες οἱ ταῦτα ὑπομείναντες ἅπαντα, καὶ δι᾽ αὐτῶν μειζόνως λάμψαντες.

Τί γὰρ τὸν Ἰωσὴφ ἔβλαψεν ἡ δουλεία· (οὐδὲν γὰρ κωλύει πάλιν τὸν αὐτὸν ἄνδρα εἰς μέσον ἀγαγεῖν·) τί γὰρ τὰ δεσμά; τί δὲ αἱ ἁλύσεις; τί δὲ ἡ συκοφαντία; τί δὲ ἡ ἐπιβουλή; τί δὲ ἡ ἐπὶ τῆς ἀλλοτρίας διατριβή; Τί τὸν Ἰὼβ ἡ τῶν βουκολίων καὶ τῶν ποιμνίων ἀναίρεσις, ὁ βίαιος καὶ ἄωρος τῶν παίδων θάνατος, ἡ πληγὴ τοῦ σώματος, αἱ πηγαὶ τῶν σκωλήκων, ἡ ὀδύνη ἡ ἀκαρτέρητος, ἡ ἐπὶ τῆς κοπρίας καθέδρα, ἡ ἐπιβουλὴ τῆς γυναικὸς, τὰ ὀνείδη τῶν φίλων, αἱ λοιδορίαι τῶν οἰκετῶν; Τί δὲ τὸν Λάζαρον τὸ ἐν τῷ πυλῶνι κεῖσθαι, καὶ ταῖς γλώσσαις τῶν κυνῶν περιλείχεσθαι, καὶ ὁ λιμὸς ὁ διηνεκὴς, καὶ ἡ ὑπεροψία τοῦ πλουσίου, καὶ τὰ τραύματα, καὶ ἡ νόσος ἡ ἀφόρητος, καὶ ἡ ἐρημία τῶν προϊσταμένων, καὶ ἡ ὑπεροψία τῶν βοηθούντων; Τί δὲ τὸν Παῦλον αἱ νιφάδες ἐκείνων τῶν δεσμωτηρίων, τῶν ἀπαγωγῶν, τῶν θανάτων, τῶν καταποντισμῶν, τῶν λοιπῶν πειρασμῶν, ἃς οὐδὲ λόγῳ ἐξαριθμῆσαι ἔνι; Ταῦτα ἅπαντα ἀναλογισάμενοι, κακίαν φεύγωμεν, ἀρετὴν διώκωμεν· καὶ εὐχώμεθα μὲν μὴ εἰσελθεῖν εἰς πειρασμόν· εἰ δέ ποτε ἐμπέσωμεν, μὴ ἀλύωμεν, μηδὲ δυσχεραίνωμεν· καὶ γὰρ ὅπλα ἐστὶ ταῦτα ἀρετῆς τοῖς εἰς δέον χρωμένοις, καὶ δυνησόμεθα διὰ πάντων εὐδοκιμεῖν ἐὰν νήφωμεν, καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαῦσαι· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.