Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητὸν τοῦ Παύλου· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν

Ἰωάννης ὁ Χρυσόστομος

Η παιδαγωγική χρήση της παλαιοδιαθηκικής ιστορίας και η ενότητα των δύο Διαθηκών

Ερμηνεία της επιλογής του αποστόλου Παύλου να αντλήσει παραδείγματα από την ιστορία της Ερήμου αντί των ευαγγελικών χωρίων. Ανάδειξη της ενότητας των δύο Διαθηκών έναντι των αιρέσεων και της βεβαιότητας της μέλλουσας θείας κρίσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Ἕως ἂν οὖν εἰς τὸν ἐκείνων λιμένα φθάσωμεν, φέρε δὴ μιμησώμεθα τοὺς πλωτῆρας· καὶ καθάπερ ἐκεῖνοι τὸ πέλαγος πλέοντες ᾄδουσι, τῇ ᾠδῇ τὸν πόνον παραμυθούμενοι· οὕτω δὴ καὶ ἡμεῖς, ἕως εἰς τὸν ἐκείνων φθάσωμεν λιμένα, λόγους τινὰς πνευματικοὺς πρὸς ἀλλήλους κινήσωμεν, τὸν μακάριον Παῦλον τῆς καλῆς ταύτης ὁμιλίας ἡγεμόνα ποιησάμενοι, καὶ ἥνπερ ἂν αὐτὸς κελεύῃ, ταύτην ἑπόμενοι. Ποίαν οὖν ἕπεσθαι κελεύει; Τὴν διὰ τῆς ἐρήμου, καὶ τῶν ἐκεῖ συμβάντων θαυμάτων ὁδόν. Καὶ γὰρ ἠκούσατε σήμερον αὐτοῦ βοῶντος, καὶ λέγοντος· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, παὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον. Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός.

Ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ. Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν· μηδὲ εἰδωλολάτρας γίνεσθαι, καθώς τινες αὐτῶν, ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν, καὶ ἀνέστησαν τοῦ παίζειν. Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ, εἰκοσιτρεῖς χιλιάδες. Μηδὲ ἐκπειράζωμεν τὸν Χριστὸν, καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. Μηδὲ γογγύζωμεν, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. Καὶ δοκεῖ μὲν εἶναι σαφῆ τὰ λεγόμενα, παρέχει δέ τινα διαπόρησιν οὐ τὴν τυχοῦσαν τοῖς προσέχουσι. Καὶ γὰρ ἄξιον ζητῆσαι πρῶτον, τίνος ἕνεκεν τὰς παλαιὰς αὐτὸς ἐμνημόνευσεν ἱστορίας, ἐκ ποίας ἀκολουθίας περὶ εἰδωλοθύτων διαλεγόμενος εἰς ταύτην ἐνέπεσε τὴν διήγησιν, τὰ ἐπὶ τῆς ἐρήμου φέρων εἰς μέσον. Οὐ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ὁ μακάριος ἐκεῖνος φθέγγεται, ἀλλὰ μετὰ πολλῆς τῆς ἀκολουθίας καὶ ἀκριβῆ διατηρῶν πανταχοῦ τῶν ὑπ᾽ αὐτοῦ λεγομένων τὴν συμφωνίαν. Τίνος οὖν ἕνεκεν, καὶ πόθεν εἰς ταύτην ἐνέπεσε τὴν ἱστορίαν;

Ἐπετίμα τοῖς ἁπλῶς καὶ ἀνεξετάστως εἰς τὰ εἴδωλα εἰσιοῦσι, καὶ μιαρᾶς ἀπογευομένοις τραπέζης, καὶ εἰδωλοθύτων ἁπτομένοις· καὶ δείξας, ὅτι διπλῆν ἀπὸ τοῦ πράγματος ὑπομένουσι βλάβην, τούς τε ἀσθενεῖς πλήττοντες, καὶ αὐτοὶ κοινωνοὶ δαιμόνων γινόμενοι, καὶ καταστείλας αὐτῶν ἱκανῶς τὰ φρονήματα διὰ τῶν ἔμπροσθεν εἰρημένων, καὶ παιδεύσας, ὅτι δεῖ τὸν πιστὸν μὴ τὸ ἑαυτοῦ βλέπειν μόνον, ἀλλὰ καὶ τὸ τῶν πολλῶν, βουλόμενος αὐτοῖς ἐπιτεῖναι τὸν φόβον, παλαιῶν αὐτοὺς ἀναμιμνήσκει διηγημάτων.

Ἐπειδὴ γὰρ ἐκεῖνοι μέγα ἐφρόνουν, ὡς πιστοὶ, καὶ πλάνης ἀπαλλαγέντες, καὶ γνώσεως καταξιωθέντες, καὶ τῶν ἀποῤῥήτων κοινωνήσαντες μυστηρίων, καὶ πρὸς βασιλείαν οὐρανῶν κληθέντες, δεῖξαι θέλων, ὅτι τούτων ὄφελος οὐδὲν, ἂν μὴ πολιτεία προσῇ συμφωνοῦσα τῇ τοσαύτῃ χάριτι, ἐκ παλαιᾶς αὐτοὺς παιδεύει ἱστορίας.

βʹ. Ἀλλὰ καὶ τοῦτο αὐτὸ πάλιν πολλῆς γέμει ζητήσεως. Τίνος ἕνεκεν οὐκ ἀπὸ τῶν τοῦ Χριστοῦ ῥημάτων αὐτοῖς διαλέγεται τῶν ἐν Εὐαγγελίῳ κειμένων, οὐδὲ γεέννης αὐτοὺς ἀναμιμνήσκει, καὶ σκότους ἐξωτέρου, καὶ σκώληκος ἰοβόλου, καὶ δεσμῶν ἀθανάτων, καὶ πυρὸς τοῦ ἡτοιμασμένου τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, καὶ τῶν ἄλλων τῶν ἀποῤῥήτων κολάσεων; Εἰ γὰρ φοβῆσαι ἐβούλετο, ἀπὸ τῶν μειζόνων τοῦτο ποιῆσαι ἔδει, οὐκ ἀπὸ τῶν ἐν τῇ ἐρήμῳ. Ἐκεῖνοι μὲν γὰρ, εἰ καὶ ἐκολάσθησαν, ἀλλ᾽ ἡμερώτερον καὶ προσκαίρως, καὶ ἐν ἡμέρᾳ μιᾷ· οὗτοι δὲ ἀθάνατα μέλλουσι τιμωρεῖσθαι καὶ χαλεπώτερα. Τίνος οὖν ἕνεκεν ἐκεῖθεν αὐτοὺς ἐφόβησεν, οὐδὲ ἀνέμνησε τῶν τοῦ Χριστοῦ ῥημάτων;

Καὶ γὰρ ἠδύνατο λέγειν πρὸς αὐτούς· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, οἵους ὁ Χριστὸς ἔθηκε νόμους περὶ τῶν πίστιν μὲν ἐχόντων, βίον δὲ ἄριστον οὐκ ἐπιδεικνυμένων. Καὶ γὰρ θαύματα ποιήσαντας ἀνθρώπους, καὶ προφητείαν ἐπιδεικνυμένους ἐξέβαλε τῆς βασιλείας τῶν οὐρανῶν, λέγων· Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν;

Καὶ τότε ὁμολογήσω αὐτοῖς, Ὑπάγετε ἀπ᾽ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Καὶ τὰς παρθένους δὲ οὐχ ὑπὲρ πίστεως ἐγκαλῶν καὶ δογμάτων, ἀλλ᾽ ὑπὲρ βίου διεφθαρμένου καὶ ἀπανθρωπίας καὶ ὠμότητος, ἀπέκλεισε τοῦ νυμφῶνος· καὶ τὸν τὰ ῥυπαρὰ ἐνδεδυμένον ἱμάτια, διὰ τοῦτο δεδεμένον ἐξέβαλεν, οὐκ ἐπειδὴ δόγματα οὐκ εἶχεν ὀρθὰ, ἀλλ᾽ ἐπειδὴ βίον ῥυπαρὸν καὶ ἀκάθαρτον· καὶ οὓς ἐκέλευσεν εἰς τὸ πῦρ ἀπενεχθῆναι τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, οὐ διὰ τοῦτο ἔπεμψεν ἐκεῖ, ἐπειδὴ τῆς πίστεως ἦσαν ἐκπεπτωκότες, ἀλλ᾽ ἐπειδὴ οὐδέποτε οὐδένα ἠλέησαν.

Τούτων πάντων καὶ τῶν τοιούτων αὐτοὺς ἀναμνῆσαι ἠδύνατο, καὶ εἰπεῖν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οὗτοι πάντες καὶ βαπτίσματος ἔτυχον, καὶ μυστηρίων ἐκοινώνησαν, καὶ πίστιν πολλὴν ἐπεδείξαντο, καὶ γνῶσιν εἶχον ἀπηρτισμένην· ἀλλ᾽ ἐπειδὴ βίον οὐ παρέσχον τῇ πίστει συνᾴδοντα, τῆς βασιλείας ἐξεβλήθησαν, καὶ τῷ πυρὶ παρεδόθησαν.

Τίνος οὖν ἕνεκεν οὐ ταῦτα εἶπεν, ἀλλὰ ταῦτα πάντα ἀφεὶς, οὕτω πώς φησιν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ τῶν Μωϋσέως αὐτοὺς ἀναμιμνήσκων, τὰ ἐπὶ τῆς χάριτος τέως σιγήσας; Οὐχ ἁπλῶς, οὐδὲ ἄνευ λόγου τινὸς τοῦτο ποιεῖ· πολλῆς γὰρ σοφίας ἦν πεπληρωμένος. Ἀλλὰ τί δήποτε, καὶ διὰ τί;

Δυοῖν ἕνεκα τούτων· ὁμοῦ τε αὐτῶν βουλόμενος καθάψασθαι μᾶλλον, καὶ δεῖξαι τῆς Παλαιᾶς Διαθήκης πρὸς τὴν Καινὴν πολλὴν οὖσαν τὴν συγγένειαν. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀνθρώπων, οἱ μὲν τῇ γεέννῃ διαπιστοῦσι, καὶ οὐδὲ εἶναι κόλασιν νομίζουσιν, ἀλλὰ τὸν Θεὸν ἁπλῶς ἕνεκεν φόβου καὶ σωφρονισμοῦ ταῦτ᾽ ἠπειληκέναι, σκώληκα τὸν ἀτελεύτητον, τὸ πῦρ τὸ ἄσβεστον, τὸ σκότος τὸ ἐξώτερον, τοῖς δὲ παρελθοῦσιν οὐκ ἔχουσιν ἀπιστῆσαι. Τὰ γὰρ γεγενημένα πῶς ἄν τις δύναιτο λέγειν μὴ γενέσθαι; Τοῖς μὲν γὰρ οὐδέπω φανεῖσιν, οὐδὲ εἰς ἔργον ἐξελθοῦσίν εἰσι πολλοὶ οἱ διαπιστοῦντες, τοῖς δὲ γεγενημένοις καὶ τέλος εἰληφόσι, κἂν μυριάκις τις ἀνεύθυνος ᾖ καὶ ἀγνώμων, οὔτε, εἰ βουληθείη, δυνήσεταί ποτε ἀπιστεῖν. Ἀπὸ τῶν σφόδρα ὡμολογημένων, καὶ τέλος ἐχόντων, καὶ ὧν πολλὰ μένει τὰ λείψανα, βούλεται αὐτοὺς πιστώσασθαι περὶ τῆς τοῦ Θεοῦ δικαιοκρισίας, μονονουχὶ λέγων· Εἰ μὴ νομίζεις εἶναι γέενναν, μηδὲ τιμωρίαν καὶ κόλασιν, ἀλλ᾽ ἁπλῶς τὸν Θεὸν ἠπειληκέναι, τὰ παρελθόντα ἀναλογισάμενος, καὶ τοῖς μέλλουσι πίστευε.

Εἰ γὰρ ὁ αὐτός ἐστι Θεὸς, ὁ καὶ τὰ πρότερα καὶ τὰ νῦν οἰκονομῶν, καὶ τὰ ἐπὶ τῆς Παλαιᾶς, καὶ τὰ ἐπὶ τῆς χάριτος, ὥσπερ οὖν καὶ ἔστιν ὁ αὐτὸς, ποῖον ἂν ἔχοι λόγον, ἐκείνους μὲν ἁμαρτάνοντας κολάσαι καὶ τιμωρήσασθαι, ἡμᾶς δὲ ταῦτα, καὶ πολλῷ χαλεπώτερα ἐκείνων πταίοντας ἀτιμωρήτους ἀφεῖναι;

Ἐρωτῶ τοίνυν· ἐπόρνευσαν οἱ Ἰουδαῖοι, καὶ ἐκολάσθησαν; ἐγόγγυσαν, καὶ ἐτιμωρήθησαν; Ἀνάγκη πᾶσα ὁμολογῆσαι. Πῶς οὖν ὁ τιμωρησάμενος ἐκείνους, σὲ τὰ αὐτὰ τολμῶντα παρόψεται; Οὐκ ἂν ἔχοι λόγον. Ἀλλ᾽ οὐκ ἔδωκας δίκην ἐνταῦθα; Διὰ τοῦτο μάλιστα πίστευε γέενναν εἶναι καὶ κόλασιν, ἐπειδὴ δίκην ἐνταῦθα οὐκ ἔδωκας. Εἰ γὰρ μὴ ἔμελλέ τις ἀποκεῖσθαι μετὰ ταῦτα τιμωρία, οὐκ ἂν τὰ αὐτὰ τοῖς προτέροις τολμήσας, ἀτιμώρητος ἔμεινας. Καὶ σὺ τοίνυν ὅταν λάβῃς τινὰ χαῦνον, καὶ διαλελυμένον, καὶ πολλὴν ἀσέλγειαν ἐπιδεικνύμενον, καὶ λέγῃ πρὸς σὲ, ὅτι μῦθος ταῦτά ἐστιν, οὐκ ἔστι κόλασις, οὔτε γέεννα, ἀλλ᾽ ἁπλῶς ὁ Θεὸς ἠπείλησε φοβῆσαι βουλόμενος, λέγε πρὸς αὐτόν· Ἄνθρωπε, τοῖς μέλλουσιν ἀπιστεῖς, ἐπειδὴ μὴ φαίνεται, μηδὲ εἰς μέσον ἦλθε, μηδὲ ὑπὸ τοῖς ὀφθαλμοῖς κεῖται τοῖς ἡμετέροις· μὴ ἐπὶ τοῖς γεγενημένοις καὶ τέλος εἰληφόσι δυνατὸν ἀπιστῆσαί τινα; Ἐννόησόν μοι τὰ Σόδομα καὶ τὰ Γόμοῤῥα. Ἐκείνη δὲ χώρα δι᾽ οὐδεμίαν ἑτέραν ἁμαρτίαν τοσαύτην ἔδωκε δίκην, ἢ ὅτι παρανόμους εἰσήγαγον μίξεις οἱ τὰς πόλεις οἰκήσαντες ἐκείνας, καὶ ἀθέσμους ἔρωτας, καὶ τοὺς τῆς φύσεως νόμους ἐκ βάθρων ἀνέτρεψαν.

Πῶς οὖν ἂν ἔχοι λόγον, τὸν Θεὸν, τὸν αὐτὸν ὄντα καὶ τότε καὶ νῦν, ἐκείνους μὲν ἁμαρτάνοντας κολάσαι χωρὶς συγγνώμης ἁπάσης, σὲ δὲ τὸν μετ᾽ ἐκείνους ἁμαρτόντα, τὸν πολλῷ μείζονος ὄντα τιμωρίας ἄξιον καὶ κολάσεως, ὅσῳ καὶ χάριτος ἀπήλαυσας, καὶ οὐδὲ ταῖς ἐκείνων ἐσωφρονίσθης τιμωρίαις, ἀτιμώρητον ἀφεῖναι;

γʹ. Διὰ δὴ ταῦτα καὶ Παῦλος οὐδὲν περὶ γεέννης τέως εἰπὼν, ἐπειδὴ πολλοῖς τὰ μέλλοντά ἐστιν ἄπιστα, ἀπὸ τῶν ἤδη συμβάντων, καὶ ὧν ἱκανὴν εἶχον πίστιν, αὐτοὺς σωφρονίσαι βούλεται. Εἰ γὰρ καὶ φοβερώτερα τὰ μέλλοντα, ἀλλὰ τοῖς ἀτελεστέροις τῶν ἀνθρώπων τὰ παρελθόντα πιστότερα, καὶ ταῦτα μᾶλλον αὐτοὺς ἐκείνων φοβεῖν εἴωθε. Διὰ ταῦτα ἐντεῦθεν αὐτοῖς διαλέγεται, οἷς οὐδὲ τὸν σφόδρα ἀναισχυντοῦντα ἀπιστῆσαι δυνατὸν ἦν· ὁμοῦ δὲ καὶ Μαρκίωνι καὶ Μάνεντι, καὶ πᾶσι τοῖς τὰ αὐτὰ ἐκείνοις νοσοῦσι καιρίαν δίδωσι τὴν πληγήν. Εἰ γὰρ μή ἐστιν ὁ αὐτὸς Θεὸς τῆς Παλαιᾶς καὶ τῆς Καινῆς, ὁ καὶ ἐκεῖνα νουθετήσας, καὶ ταῦτα μέλλων διατυποῦν, περιττῶς μοι ταῦτα λέγεις, ὦ Παῦλε, καὶ φόβον οὐδένα τοῖς ἀκροαταῖς ἐντίθης. Δύναται γὰρ ὁ ἀκούων λέγειν, ὅτι εἰ ἕτερος ἐκεῖνός ἐστι Θεὸς, καὶ ἕτερος οὗτος, οὐ πάντως οὗτος κατὰ τὴν ἐκείνου κρινεῖ γνώμην, οὐδὲ τοῖς αὐτοῖς πείθεται νόμοις. Τί γὰρ, εἰ τῷ τῆς Παλαιᾶς Θεῷ πάντας ἔδοξε κολάσαι καὶ τιμωρήσασθαι, τί μορμολύττεις καὶ ἐκφοβεῖς; Ἕτερον ἔχω Δεσπότην τὸν μέλλοντά με κρίνειν.

Ὥστε εἰ ἕτερος ἦν ὁ τῆς Παλαιᾶς, καὶ ἕτερος ὁ τῆς Καινῆς, τοὐναντίον, ὅπερ ἐβούλετο, ὁ Παῦλος ἐποίησεν· οὐ γὰρ μόνον οὐκ ἐφόβησε τὸν ἀκούοντα, ἀλλὰ καὶ πάσης ἀγωνίας καὶ δέους ἀπήλλαξεν· ὅπερ οὐδὲ τῶν τυχόντων ἀνθρώπων καὶ σφόδρα ἀνοήτων τις ἔπαθεν ἂν, μήτι γε Παῦλος ὁ τοσαύτης γέμων σοφίας. Ὅθεν δῆλον, ὅτι εἷς καὶ ὁ αὐτός ἐστι Θεὸς ὁ καὶ τοὺς Ἰουδαίους ἐπὶ τῆς ἐρήμου καταστρώσας, καὶ ἡμῶν τοὺς ἁμαρτάνοντας κολάζειν μέλλων. Οὐ γὰρ εἰ μὴ εἷς ἦν (πάλιν γὰρ τὸ αὐτὸ ἐρῶ), ἀπὸ τῶν ἤδη γεγενημένων ὑπ᾽ ἐκείνου, καὶ περὶ τῶν μελλόντων ἡμᾶς ἐφόβει· ἐπειδὴ δὲ ὁ αὐτός ἐστιν, ἀναντίῤῥητον εἰσήγαγεν αὐτοῖς τὴν περὶ τῆς τιμωρίας προσδοκίαν, δεικνὺς ὅτι δεδοικέναι χρὴ καὶ φοβεῖσθαι. Οὐ γὰρ ἂν ὁ τοὺς πατέρας ἡμῶν κολάσας ἁμαρτάνοντας, ἡμῶν φείσεται τὰ αὐτὰ πλημμελούντων. Ἄξιον δὲ ἐπ᾽ αὐτὴν τὴν ἀρχὴν ἐλθεῖν τοῦ διηγήματος, καὶ ἑκάστην διερευνήσασθαι ῥῆσιν μετ᾽ ἀκριβείας ἁπάσης.