Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί. Τοὺς μαθητὰς ἀδελφοὺς ἐκάλεσεν, οὐκ ἀπὸ τοῦ τῆς ἀξίας, ἀλλ᾽ ἀπὸ τοῦ τῆς ἀγάπης αὐτοὺς προσαγορεύων ὀνόματος. ᾜδει γὰρ, ᾔδει σαφῶς, ὅτι ταύτης ἴσον οὐδὲν, καὶ τὸ μέγιστον τῆς ἀξίας εἶδος, τὸ τῆς ἀγάπης εἶδός ἐστι. Τοῦτο δὲ πρῶτον καὶ ἡμεῖς ζηλώσωμεν. Κἂν σφόδρα καταδεέστεροί τινες ἡμῶν ὦσι, τοῖς τῆς θεραπείας αὐτοὺς καλῶμεν ὀνόμασι, μὴ μόνον ἐλευθέρους, ἀλλὰ καὶ δούλους, μὴ μόνον πλουσίους, ἀλλὰ καὶ πένητας, ἐπεὶ καὶ Παῦλος οὐχὶ τοὺς πλουσίους τοὺς παρὰ Κορινθίοις, οὐδὲ τοὺς ἐλευθέρους καὶ περιφανεῖς, οὐδὲ τοὺς ἐπισήμους μόνον, ἀλλὰ καὶ ἰδιώτας, καὶ οἰκέτας, καὶ πάντας ἁπλῶς ταύτῃ τετίμηκε τῇ προσηγορίᾳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐ δοῦλος, οὐκ ἐλεύθερος, οὐ βάρβαρος, οὐ Σκύθης, οὐ σοφὸς, οὐκ ἄσοφος, ἀλλὰ πᾶσα ἀξίας ἀνωμαλία βιωτικῆς ἀνῄρηται. Καὶ τί θαυμαστὸν, εἰ Παῦλος τοὺς ὁμοδούλους οὕτως ἐκάλεσεν, ὅπου γε καὶ ὁ Δεσπότης αὐτοῦ τὴν ἡμετέραν οὕτω ἐκάλεσε φύσιν, οὕτω λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε; Οὐ μόνον δὲ ἐκάλεσεν ἡμᾶς ἀδελφοὺς, ἀλλὰ καὶ γενέσθαι ἀδελφὸς ἡμῶν ἠθέλησε, καὶ ἐγένετο τὴν σάρκα ὑποδὺς τὴν ἡμετέραν, καὶ τῆς φύσεως ἡμῶν κοινωνήσας τῆς αὐτῆς.