Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητὸν τοῦ Παύλου· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν

Ἰωάννης ὁ Χρυσόστομος

Επίλογος: Η άρρηκτη σχέση ορθού δόγματος και καθαρού βίου

Τελική προτροπή για τη διατήρηση της ορθής πίστεως σε άρρηκτη σύνδεση με την καθαρότητα του βίου, η οποία καταλήγει σε δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Ὥστε ἐὰν ἐκκαθάρωμεν ἑαυτῶν τὰς ἁμαρτίας, καὶ τῷ φόβῳ τῶν παρελθόντων παιδεύσωμεν, καὶ περὶ τῶν μελλόντων πείσομεν δέξασθαι λόγον. Ὥσπερ γὰρ δόγματα πονηρὰ βίον ἀκάθαρτον εἰσάγειν εἴωθεν, οὕτω καὶ διεφθαρμένος βίος πονηρίαν δογμάτων πολλάκις ἔτεκεν. Ὅπερ ἵνα μὴ γένηται, καὶ ἡμῖν αὐτοῖς, καὶ τοῖς ἄλλοις ταῦτα κατεπᾴδοντες τὰ ῥήματα, τήν τε ὀρθὴν πίστιν διαμένωμεν ἔχοντες, καὶ πολιτείαν ἀρίστην ἐπιδειξώμεθα, ἐπειδὴ πανταχόθεν ἡμῖν ὁ λόγος ἀπέδειξεν, ὅτι ταύτης χωρὶς οὐδὲν ὄφελος ἡμῖν ὀρθῶν δογμάτων. Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων, καὶ τῶν προέδρων ἁπάντων, τήν τε ὀρθότητα τῶν δογμάτων, ἣν ἄνωθεν καὶ ἐκ προγόνων παρελάβομεν, ἀκέραιον διατηρῆσαι, καὶ βίον αὐτῇ συμβαίνοντα προσθεῖναι, ἵνα τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.