βʹ. Βούλει μαθεῖν ὅσον ἐστὶ χήρα; πῶς ἐστι τιμία τῷ Θεῷ, καὶ ἐπέραστος καὶ συνήγορος μεγίστη, καὶ τοὺς καταδικασθέντας, καὶ τοὺς ἀπεγνωσμένους, καὶ τοὺς παῤῥησίαν οὐκ ἔχοντας, καὶ τοὺς ἐκπεπολεμωμένους τῷ Θεῷ καὶ πάσης ἐστερημένους ἀπολογίας φανεῖσα ἐξαρπάζει καὶ καταλλάττει, καὶ οὐχὶ συγγνώμην αὐτοῖς κομίζει μόνον, οὐδὲ ἀπαλλαγὴν τιμωρίας, ἀλλὰ καὶ πολλὴν τὴν παῤῥησίαν καὶ τὴν λαμπρότητα, καὶ τῶν ἡλιακῶν ἀκτίνων καθαρωτέρους ἐργάζεται, κἂν ἁπάντων ὦσι κατεῤῥυπωμένοι μᾶλλον ἀνθρώπων; Ἄκουσον αὐτοῦ τοῦ Θεοῦ λέγοντος πρὸς Ἰουδαίους· Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ᾽ ὑμῶν· ἂν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ἀλλ᾽ ὅμως τούτοις τοῖς μιαροῖς, τοῖς ἀνδροφόνοις, τοῖς ἀπαῤῥησιάστοις, τοῖς ἠτιμωμένοις ἐπαγγέλλεται καταλλάττεσθαι, εἰ βοηθήσειαν ἀδικουμέναις χήραις. Μετὰ γὰρ τὸ εἰπεῖν, Ἀποστρέψω τοὺς ὀφθαλμούς μου, καὶ οὐκ εἰσακούσομαι, φησί· Κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ δεῦτε, καὶ διαλεχθῶμεν· καὶ ἐὰν ὦσιν ὑμῶν αἱ ἁμαρτίαι ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Εἶδες πόσην ἔχει δύναμιν ἡ χήρα; ποῦ τὴν προστασίαν ἐπιδείκνυται τὴν ἑαυτῆς, οὐ παρὰ ἄρχοντι καὶ βασιλεῖ τῶν ἐπὶ τῆς γῆς, ἀλλὰ παρ᾽ αὐτῷ τῷ τῶν οὐρανῶν βασιλεῖ;