Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητόν· Χήρα καταλεγέσθω

Ἰωάννης ὁ Χρυσόστομος

Η στάση της Εκκλησίας απέναντι στον γάμο και η σημασία των αγαθών έργων

Διευκρινίσεις σχετικά με τον δεύτερο γάμο, τη σωφροσύνη και την αναγκαιότητα των καλών έργων ως απόδειξη της αληθούς χηρείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 8

εʹ. Ταῦτα δὲ λέγομεν οὐχὶ νομοθετοῦντες δεύτερον ἀποστρέφεσθαι γάμον, ἀλλὰ παραινοῦντες καὶ συμβουλεύοντες μετὰ σωφροσύνης ἀρκεῖσθαι τῷ προτέρῳ. Ἕτερόν ἐστιν παραινεῖν καὶ συμβουλεύειν, ἕτερον νομοθετεῖν. Ὁ μὲν γὰρ παραινῶν καὶ συμβουλεύων, κύριον ἀφίησι τὸν ἀκούοντα τῆς τῶν συμβουλευομένων αἱρέσεως εἶναι· ὁ δὲ νομοθετῶν, ταύτην παραιτεῖται τὴν ἐξουσίαν αὐτῶν. Ἀλλ᾽ ἡ Ἐκκλησία οὐ νομοθετεῖ ταῦτα, ἀλλὰ παραινεῖ μόνον· καὶ γὰρ καὶ δεύτερον ἐπέτρεψε γάμον ὁ Παῦλος, οὕτως εἰπών· Γυνὴ δέδεται νόμῳ, ἐφ᾽ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ· μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ. Ὥσπερ οὖν καλὸν μὲν ὁ γάμος, κρείσσων δὲ ἡ παρθενία· οὕτω καλὸν μὲν καὶ ὁ δεύτερος γάμος, κρείσσων δὲ αὐτοῦ ὁ πρῶτος καὶ μόνος. Οὐ τοίνυν ἐκβάλλομεν δεύτερον γάμον, οὐδὲ νομοθετοῦμεν ταῦτα, ἀλλὰ παραινοῦμεν, εἴ τις δύναιτο σωφρονεῖν, ἐπὶ τῷ προτέρῳ μένειν. Παραινοῦμεν δὲ καὶ συμβουλεύομεν καὶ δι᾽ αὐτὴν τῆς οἰκίας τὴν ἀσφάλειαν· μάχης γὰρ πολλάκις καὶ πολέμων καθημερινῶν ὁ δεύτερος γάμος ἀρχὴ καὶ πρόφασις γέγονε.

Πολλάκις γοῦν ἀνὴρ ἐπὶ τραπέζης καθήμενος, τῆς προτέρας γυναικὸς ἀναμνησθεὶς ἐπὶ τῆς δευτέρας, ἐδάκρυσεν ἠρέμα· ἡ δὲ εὐθέως ἠγρίανε, καὶ καθάπερ θηρίον ἐπεπήδησε, τῆς φιλοστοργίας αὐτὸν τῆς πρὸς ἐκείνην ἀπαιτοῦσα δίκην· κἂν ἐπαινέσαι τὴν ἀπελθοῦσαν θελήσῃ, γίνεται πολέμου καὶ μάχης πρόφασις ἡ τῶν ἐγκωμίων ὑπόθεσις. Καὶ πρὸς μὲν τοὺς ἐχθροὺς ἀπελθόντας σπενδόμεθα, καὶ μετὰ τῆς ζωῆς αὐτῶν καὶ τὴν πρὸς αὐτοὺς καταλύομεν ἔχθραν· ἐπὶ δὲ τῶν γυναικῶν τοὐναντίον ἅπαν. Ἣν γὰρ οὐκ εἶδεν, ἧς οὐκ ἤκουσε, παρ᾽ ἧς οὐδὲν ἔπαθε δεινὸν, ταύτην μισεῖ καὶ ἀποστρέφεται, καὶ οὐδὲ ὁ θάνατος τὸ μῖσος σβέννυσι. Τίς εἶδε, τίς ἤκουσε ζηλοτυπουμένην κόνιν, καὶ πολεμουμένην τέφραν;

ϛʹ. Ἀλλ᾽ οὐ μέχρι τούτου τὸ δεινόν· ἀλλὰ κἂν γένωνται παῖδες ἐκ τῆς δευτέρας, κἂν μὴ γένωνται, πόλεμος πάλιν καὶ μάχη. Μὴ γενομένων μὲν γὰρ ὀδυνᾶται μειζόνως, καὶ διὰ τοῦτο, καθάπερ πολεμίους καὶ τὰ μέγιστα ἠδικηκότας τοὺς τῆς προτέρας ὁρᾷ, διὰ τῆς ἐκείνων ζωῆς τῆς οἰκείας ἀπαιδίας σαφεστέραν λαμβάνουσα αἴσθησιν. Ἂν δὲ γένωνται, πάλιν οὐκ ἔλαττον τὸ δεινόν. Ὁ μὲν γὰρ ἀνὴρ πολλάκις φιλοστόργως πρὸς τὴν ἀπελθοῦσαν διακείμενος ἀντέχεται τούτων, φιλῶν τε ὁμοῦ καὶ ἐλεῶν τῆς ὀρφανίας αὐτούς· ἐκείνη δὲ πανταχοῦ τοὺς αὐτῆς προτιμᾶσθαι βούλεται, καὶ οὐδὲ ἐν ἀδελφῶν τάξει, ἀλλ᾽ ἐν οἰκετῶν ἀπεῤῥιμμένων εἶναι βούλεται τούτους· ἅπερ ἅπαντα οἰκίαν ἀνατρέψαι δύναιτ᾽ ἂν, καὶ τῷ γεγαμηκότι ποιῆσαι τὸν βίον ἀβίωτον. Διὰ ταῦτα παραινοῦμεν, εἰ δυνατὸν, σωφρονεῖν, στέργειν τῷ προτέρῳ γάμῳ, καὶ μήτε νυμφίους τὰς γυναῖκας, μήτε γυναῖκας τοὺς ἄνδρας ἐπεισάγειν, ὥστε μὴ τὴν οἰκίαν ἀνατρέπεσθαι πᾶσαν.

Τίνος δὲ ἕνεκεν περὶ χηρείας διαλεγόμενος, οὐκ ἠρκέσθη τῷ προτέρῳ μόνῳ, τῷ εἰπεῖν, Ἑνὸς ἀνδρὸς γυνή; Ἵνα μάθῃς, ὅτι χήραν ποιεῖ οὐ τὸ μὴ γαμῆσαι δεύτερον μόνον ἁπλῶς, ἀλλὰ τὸ κομᾷν ἐν ἔργοις ἀγαθοῖς, ἐν ἐλεημοσύνῃ καὶ φιλανθρωπίᾳ, καὶ ταῖς τῶν ξένων θεραπείαις. Εἰ γὰρ τὰς παρθένους οὐδὲν ὠφέλησεν ἡ παρθενία (καίτοι πολλῷ μείζων χηρείας ἡ παρθενία), ἀλλ᾽ ἀπῆλθον, σβεσθέντος αὐταῖς τοῦ πυρὸς τῶν λαμπάδων, ἠτιμωμέναι, ἐπειδὴ τὸν ἀπὸ τῆς φιλανθρωπίας καὶ ἐλεημοσύνης οὐκ ἔσχον ἐπιδεῖξαι καρπὸν, πολλῷ μᾶλλον αἱ χῆραι. Ἐκείνης γοῦν ἀκούσας τῆς παραβολῆς ὁ Παῦλος, καὶ φοβούμενος ὑπὲρ τούτων, πολλὴν ὑπὲρ τοῦ πράγματος ποιεῖται τὴν ἀκριβολογίαν, ἵνα μὴ τῇ μονογαμίᾳ θαῤῥοῦσαι τῆς λοιπῆς ἀρετῆς καταμελήσωσι· διὰ τοῦτό φησιν, Ἐν ἔργοις καλοῖς μαρτυρουμένη· ὥσπερ γὰρ καλὸν ἡ παρθενία, χωρὶς δὲ τῶν λοιπῶν ἄκαρπος γέγονε, καὶ τοῦ νυμφῶνος ἀπέκλεισεν· οὕτω καλὸν ἡ χηρεία, χωρὶς δὲ τῆς λοιπῆς ἀρετῆς μάταιόν ἐστι καὶ περιττόν. Διὰ τοῦτο οὐ μέχρι τοῦ μὴ δεύτερον ἐπεισάγειν ἄνδρα τὴν παραίνεσιν ἔστησεν ὁ Παῦλος, ἀλλὰ καὶ ἕτερα πολλῷ πλείονα καὶ μείζονα ἀπαιτεῖ παρὰ τῆς χήρας.

Καὶ καθάπερ οἱ τοὺς στρατιώτας καταλέγοντες σώματος ζητοῦσιν εὐεξίαν, οὕτω καὶ οὗτος εἰς τὸ τοῦ Χριστοῦ στρατόπεδον αὐτὴν καταλέγων, ψυχῆς εὐεξίαν ἐζήτησε καὶ εὐτονίαν καὶ τὴν ἐν ἅπασι τοῖς ἀγαθοῖς ἔργοις σπουδὴν, οὕτω λέγων· Εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν. εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε. Τούτων γὰρ ἕκαστον δοκεῖ μὲν εἶναι ῥῆμα ψιλὸν, πολλὴν δὲ ἐν ἑαυτῷ συνέχει τὴν ζωήν.