Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητόν· Χήρα καταλεγέσθω

Ἰωάννης ὁ Χρυσόστομος

Βιβλικά πρότυπα παιδείας και η προστασία από την αμαρτία

Προβολή του Αβραάμ και του Δαβίδ ως προτύπων γονικής μέριμνας, η αξία της τακτικής εκκλησιαστικής συμμετοχής και η αμαρτία ως μεγαλύτερος κίνδυνος από τη δαιμονική κατοχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 8

Μίμησαι τὸν Ἀβραάμ· καὶ γὰρ ἐκεῖνος οὐχ ὑπὲρ χρημάτων καὶ κτημάτων ἐσπούδαζεν, ἀλλ᾽ ὑπὲρ τῶν θείων νόμων, ὅπως αὐτῶν τὴν φυλακὴν τοῖς ἐκγόνοις μετὰ ἀκριβείας παρακαταθοῖτο. Καὶ μαρτυρεῖ ταύτην αὐτοῦ τὴν ἀρετὴν ὁ Θεὸς οὕτω λέγων· ᾜδειν γὰρ, ὅτι συντάξει Ἀβραὰμ τοῖς παισὶν αὐτοῦ τὰ κρίματα καὶ τὰ δικαιώματα. Καὶ ὁ Δαυῒδ δὲ, ἡνίκα ἐτελεύτα, ἀντὶ μεγάλης κληρονομίας καλέσας τὸν υἱὸν τὸν ἑαυτοῦ, ταῦτα παρηγγύα καὶ συνεχῶς ἔλεγεν· ὅτι Εἰ βουληθείης, παιδίον, κατὰ τοὺς τοῦ Θεοῦ νόμους ζῇν, οὐδὲν ἐμπεσεῖται τῶν ἀδοκήτων, ἀλλὰ πάντα σοι κατὰ ῥοῦν ἥξει τὰ πράγματα, καὶ πολλῆς ἀπολαύσῃ τῆς ἀσφαλείας· ἂν δὲ ἐκείνης ἐκπέσῃς τῆς βοηθείας οὐδὲν ὄφελός σοι τῆς βασιλείας καὶ τῆς πολλῆς ταύτης δυνάμεως. Ταῦτα καὶ τοιαῦτα ἔλεγεν, εἰ καὶ μὴ τοῖς ῥήμασι τούτοις.

ιʹ. Ταῦτα καὶ ἡμεῖς, καὶ ζῶντες, καὶ μέλλοντες τελευτᾷν, πρὸς τοὺς παῖδας τοὺς ἑαυτῶν διαλεγώμεθα, καὶ πείθωμεν αὐτοὺς, ὅτι μέγας πλοῦτος, καὶ κληρονομία ἀδιάπτωτος, καὶ θησαυρὸς ἀνεπηρέαστος ὁ τοῦ Θεοῦ φόβος ἐστί· καὶ σπουδάζωμεν μὴ χρήματα αὐτοῖς καταλιμπάνειν τὰ ἀπολλύμενα, ἀλλὰ εὐσέβειαν τὴν μένουσαν καὶ μὴ δαπανωμένην. Εὐσεβείας μὲν γὰρ οὐκ οὔσης καὶ τὰ ὄντα ἀπόλλυται χρήματα μετὰ κινδύνων καὶ τῆς ἐσχάτης αἰσχύνης· ταύτης δὲ παρούσης καὶ τὰ οὐκ ὄντα προσγίνεται. Ἐὰν ἀναθρέψῃς σὺ καλῶς τὸ παιδίον, οὕτω κἀκεῖνος τὸν υἱὸν τὸν ἑαυτοῦ, καὶ οὗτος τὸν υἱόν· καὶ καθάπερ σειρά τις καὶ ἀκολουθία πολιτείας ἀρίστης μέχρι παντὸς βαδιεῖται, παρὰ σοῦ λαβοῦσα τὴν ἀρχὴν καὶ τὴν ῥίζαν, καὶ τῆς τῶν ἐγγόνων ἐπιμελείας σοι φέρουσα τοὺς καρπούς.

Εἰ μετὰ ἀκριβείας οἱ πατέρες τοὺς ἑαυτῶν ἐπαίδευον παῖδας, οὐ νόμων, οὐ δικαστηρίων ἔδει, οὐ τιμωριῶν καὶ κολάσεων καὶ τῶν δημοσίων φόνων. Δικαίῳ γὰρ, φησὶ, νόμος οὐ κεῖται. Ἐπειδὴ δὲ καταμελοῦμεν αὐτῶν, διὰ τοῦτο μείζοσιν αὐτοὺς περιβάλλομεν κακοῖς, καὶ ταῖς τῶν δημίων ἐκδίδομεν χερσὶ, καὶ εἰς τὰ βάραθρα συνεχῶς ὠθοῦμεν· Ὁ γὰρ περιψύχων τὸν υἱὸν τὸν ἑαυτοῦ, καταδεσμεύσει τὰ τραύματα αὐτοῦ, φησί. Τί ἐστιν Ὁ περιψύχων; Ὁ ἐλεῶν, ὁ κολακεύων, ὁ θεραπεύων ὑπὲρ τὸ μέτρον. Σφοδρότητος γὰρ οὗτος καὶ ἐπιμελείας δεῖται καὶ φόβων. Ταῦτα λέγω οὐχ ἵνα λίαν τραχεῖς ὦμεν τοῖς παισὶν, ἀλλ᾽ ἵνα μὴ εὐκαταφρόνητοι πρὸς αὐτοὺς φαινώμεθα. Εἰ γὰρ γυνὴ τὸν ἄνδρα φοβεῖσθαι ὀφείλει, πολλῷ μᾶλλον τὸ παιδίον τὸν πατέρα. Καὶ μή μοι λέγε, ὅτι ἀδύνατον περιγενέσθαι τῆς νεότητος. Εἰ γὰρ χήραν γυναῖκα ἀπαιτεῖ τὴν πρόνοιαν ταύτην ὁ Παῦλος, πολλῷ μᾶλλον τοὺς ἄνδρας· εἰ ἀδύνατον ἦν, οὐκ ἂν ἐπέταξεν.

Ἀλλ᾽ ἡ πᾶσα πονηρία παρὰ τὴν ἡμετέραν γίνεται ῥᾳθυμίαν, καὶ τὸ μὴ ἐξ ἀρχῆς, μηδὲ ἐκ πρώτης ἡλικίας εἰς εὐλάβειαν ἐνάγειν αὐτούς. Ἀλλ᾽ ὅπως μὲν τῆς ἔξωθεν μετάσχοιεν παιδεύσεως, καὶ εἰς στρατείαν τελέσαιεν, σπουδάζομεν, καὶ χρήματα καταβάλλομεν, καὶ φίλους ἀξιοῦμεν, καὶ πολλαῖς κεχρήμεθα ταῖς περιδρομαῖς· ὅπως δὲ εὐδοκιμήσαιεν παρὰ τῷ βασιλεῖ τῶν ἀγγέλων, οὐδένα ποιούμεθα λόγον. Καὶ εἰς θεάματα μὲν συνεχῶς συγχωροῦμεν ἀναβαίνειν, εἰς ἐκκλησίαν δὲ οὐκ ἀναγκάζομεν οὐδέποτε· ἀλλὰ κἂν ἅπαξ ἢ δεύτερον παραγένηται τὸ παιδίον, ἁπλῶς καὶ εἰκῆ καὶ μάτην καὶ ψυχαγωγίας ἕνεκεν ἐνταῦθα παραγίνεται.

Οὐκ ἐχρῆν δὲ οὕτως· ἀλλ᾽ ὥσπερ εἰς διδασκαλεῖον πέμποντες τῶν μαθημάτων ἀπαιτοῦμεν τὰς εὐθύνας, οὕτω καὶ εἰς ἐκκλησίαν πέμποντες, μᾶλλον δὲ ἄγοντες. Οὐ γὰρ ἑτέροις αὐτοὺς ἐπιτρέπειν, ἀλλ᾽ αὐτοὺς κατέχοντας ἐνταῦθα εἰσιέναι ἐχρῆν, καὶ τῆς ἐνταῦθα ἀκροάσεως καὶ διδασκαλίας τὴν μνήμην ἀπαιτεῖν ἔδει. Οὕτω γὰρ, οὕτω ῥᾴων ἐγίνετο καὶ εὔκολος ἡμῖν ἡ τῶν παίδων διόρθωσις· εἰ γὰρ καὶ ἐν τῇ οἰκίᾳ διαπαντὸς ἤκουον ὑμῶν διαλεγομένων περὶ φιλοσοφίας, καὶ συμβουλευόντων αὐτοῖς τὰ δέοντα, καὶ τὰ ἐνταῦθα αὐτοῖς προσετίθετο μετ᾽ ἐκείνων, καὶ ταχέως ἂν τῶν καλῶν τούτων σπερμάτων γενναῖον ἡμῖν ἐπεδείξαντο καρπόν. Ἀλλ᾽ οὐδὲν τούτων ποιοῦμεν, ἀλλὰ πάρεργα ἡμῖν τὰ ἀναγκαῖα· κἂν παραινέσῃ τις περὶ τούτων, γέλως εὐθέως· καὶ διὰ τοῦτο τὰ ἄνω κάτω γεγένηται, καὶ οὓς οὐ παιδεύουσιν οἱ γονεῖς, οἱ ἔξωθεν παιδεύουσι νόμοι.

ιαʹ. Οὐκ αἰσχύνῃ καὶ ἐρυθριᾷς, εἰπέ μοι, ὅταν τὸν υἱὸν τὸν σὸν ὁ δικαστὴς κολάσῃ καὶ σωφρονέστερον ποιήσῃ, καὶ τῆς ἔξωθεν ἐκεῖνος δέηται διορθώσεως, τοσοῦτον ἐξ ἀρχῆς σοι συνοικήσας χρόνον; οὐκ ἐγκαλύπτῃ καὶ καταδύῃ; Τολμᾷς δὲ ὅλως, εἰπέ μοι, πατὴρ ἔτι καλεῖσθαι, οὕτω προδοὺς τὸν υἱὸν, καὶ τὴν ἀναγκαίαν οὐκ εἰσενεγκὼν αὐτῷ φορὰν, ἀλλὰ περιιδὼν ὑπὸ πάσης διαφθαρέντα κακίας; Κἂν μὲν δραπέτην τινὰ ἴδῃς ῥαπίζοντα τὸ παιδίον, ἀγανακτεῖς καὶ ὀργίζῃ καὶ δυσχεραίνεις, θηρίου χαλεπώτερον ἐπιπηδήσας τῇ τοῦ τυπτήσαντος ὄψει· τὸν δὲ διάβολον καθ᾽ ἑκάστην ἡμέραν ὁρῶν αὐτὸν ῥαπίζοντα, δαίμονας εἰς ἁμαρτήματα ἐνάγοντας, καθεύδεις καὶ οὐκ ἀγανακτεῖς, οὐδὲ ἐξαρπάζεις τοῦ χαλεπωτάτου θηρίου τὸν υἱόν; Πάλιν ἂν μὲν ὑπὸ δαίμονος ἐνεργῆται, πρὸς πάντας τοὺς ἁγίους τρέχεις, καὶ τοὺς ἐν ταῖς κορυφαῖς τῶν ὀρέων ἐνοχλεῖς, ὥστε αὐτὸν τῆς μανίας ἀπαλλάξαι ἐκείνης· ἁμαρτίας δὲ, ἣ παντὸς δαίμονός ἐστι χαλεπωτέρα, συνεχῶς ἐνοχλούσης, οὐδὲν πλέον ποιεῖς;

Καὶ τὸ μὲν παρὰ δαίμονος ἐνοχλεῖσθαι χαλεπὸν οὐδέν· οὐ γὰρ εἰς γέενναν ἐμβαλεῖν τὸ δαιμόνιον δύναται πάντως, ἀλλ᾽ ἐὰν νήφωμεν, καὶ στεφάνους ἡμῖν ὁ πειρασμὸς οὗτος οἴσει λαμπροὺς καὶ περιφανεῖς, ὅταν εὐχαρίστως φέρωμεν τὰς τοιαύτας ἐπηρείας· τὸν δὲ ἁμαρτίᾳ συζῶντα ἀμήχανον σωθῆναί ποτε, ἀλλ᾽ ἀνάγκη πάντως καὶ ἐνταῦθα ἐπονείδιστον εἶναι, καὶ ἀπελθόντα ἐκεῖ ἀθάνατα πάλιν κολάζεσθαι. Ἀλλ᾽ ὅμως ταῦτα εἰδότες, ὑπὲρ μὲν τῶν ἐλαττόνων πολλὴν ποιούμεθα σπουδὴν, ὑπὲρ δὲ τῶν μειζόνων οὐδὲ διαναστῆναι βουλόμεθα· καὶ δαιμονῶντα μὲν ὁρῶντες θρηνοῦμεν, ἁμαρτάνοντα δὲ ὁρῶντες οὐδὲ αἰσθανόμεθα· δέον τότε κατακόπτεσθαι καὶ ὀδύρεσθαι, μᾶλλον δὲ οὐκ ὀδύρασθαι μόνον, ἀλλὰ καὶ κατέχειν καὶ χαλινοῦν, συμβουλεύειν, παραινεῖν, φοβεῖν, ἐπιτιμᾷν, παντὶ τρόπῳ θεραπείας τὴν ἀῤῥωστίαν ἀπελαύνειν ἐκείνην, καὶ τὴν χήραν μιμεῖσθαι ταύτην, περὶ ἦς ὁ Παῦλός φησιν· Εἰ ἐτεκνοτρόφησεν. Οὐ γὰρ πρὸς ἐκείνην μόνον, ἀλλὰ καὶ πρὸς ἅπαντας τοῦτον ἀποτείνει τὸν λόγον, καὶ πᾶσι παραινεῖ λέγων, Ἐκτρέφετε τὰ παιδία ἐν νουθεσίᾳ Κυρίου. Πρῶτον γὰρ τοῦτο καὶ μέγιστόν ἐστι τῶν ἀγαθῶν· ὅπερ οὖν καὶ παρὰ τῆς χήρας πρῶτον ἀπῄτησεν· εἶτα μετὰ τοῦτό φησιν, Εἰ ἐξενοδόχησε. Τί λέγεις, εἰπέ μοι; χήραν γυναῖκα ξενοδοχίαν ἀπαιτεῖς; οὐ γὰρ ἀρκεῖ τὸ θρέψαι παιδία;