ϛʹ. Ταῦτ᾽ οὖν εἰδότες ἅπαντα, καὶ γυναῖκες, καὶ ἄνδρες, καὶ παρθένοι, καὶ γεγαμημέναι, καὶ χῆραι, πολλὴν τῆς ἐλεημοσύνης ποιώμεθα σπουδήν· καὶ μὴ λέγωμεν, ὅτι ὁ δεῖνα πονηρὸς καὶ οὐκ ἄξιος εὖ παθεῖν, ὁ δεῖνα εὐτελὴς, ὁ δεῖνα ἀπεῤῥιμμένος. Μὴ πρὸς τὴν ἀξίαν ἴδῃς τοῦ δεομένου τῆς θεραπείας, ἀλλὰ πρὸς τὴν χρείαν μόνον. Κἂν γὰρ εὐτελὴς ᾖ καὶ ἀπεῤῥιμμένος, κἂν εὐκαταφρόνητος, ὁ Χριστὸς οὕτω σοι λογίζεται τὸν μισθὸν, ὡς αὐτὸς εὖ παθὼν δι᾽ ἐκείνου. Ἵνα γὰρ μὴ πρὸς τὴν ἀξίαν βλέπωμεν τῶν εὐεργετουμένων, ἄκουσον τί φησι· Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε. Εἶτα ἐκείνων λεγόντων· Πότε σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν; ἐπήγαγε λέγων· Ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τῶν μικρῶν τούτων, ἐμοὶ ἐποιήσατε· ὥστε οὐδεμία ἡμῖν καταλέλειπται πρόφασις. Ἵνα γὰρ μὴ λέγωμεν, ὅτι Ποῦ νῦν κατὰ τὸν Ἠλίαν εὑρεῖν; ποῦ δὲ κατὰ τὸν Ἐλισσαῖον; καὶ, Δός μοι τοιούτους ἄνδρας, καὶ μετὰ πάσης αὐτοὺς ὑποδέξομαι τῆς προθυμίας, καὶ οὐ παραιτήσομαι νίψαι τοὺς πόδας καὶ παντὶ θεραπεῦσαι τρόπῳ· ἵνα μὴ ταῦτα λέγωμεν, ὃ πολλῷ μεῖζόν ἐστιν, αὐτὸς ὁ τοῦ Ἠλίου καὶ τοῦ Ἐλισσαίου καὶ τῶν προφητῶν Δεσπότης ἁπάντων διὰ τῶν πενήτων ὑπέσχετο πρὸς ἡμᾶς εἰσιέναι, λέγων· Ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν μικρῶν, ἐμοὶ ἐποιήσατε.