Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον ἀπόστολον Θωμᾶν

Ἰωάννης ὁ Χρυσόστομος

Το σχέδιο της θείας οικονομίας και η απαίτηση ψηλαφήσεως

Η απουσία του μαθητή ερμηνεύεται ως θείο σχέδιο για τη θωράκιση της πίστεως έναντι της αμφιβολίας, ενώ εκτίθεται η επιμονή του για απτή απόδειξη του αναστημένου σώματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 6

Μετὰ τὴν τοῦ θαύματος ἔκβασιν, μετὰ τὴν τῆς ἀναστάσεως ἔνδειξιν δέον παρεῖναι τῷ πράγματι, δέον σκιρτῆσαι τῷ θαύματι, δέον ὡς ἐκ παστάδος τὸν εὐεργέτην προσδέξασθαι, πόρρω τῆς χορείας καθέστηκας, ἔξω τῆς μάνδρας περινοστεῖς, ὡς ἀπογνοὺς οὐ προσδέχῃ τὸν Κύριον. Τάχα που καὶ τοῦτο τοῦ σωτῆρος τὸ σόφισμα, τάχα που καὶ τοῦτο τοῦ σοφοῦ τὸ μηχάνημα, ἵν’ ὡς ἀλγῶν ἐπιδράμῃ θερμότερον, ἵν’ ὡς διψῶν ἐρευνήσῃ περιεργότερον, ἵν’ ὡς τοῖς ἑωρακόσιν διαμιλλώμενος τῆς ἁφῆς ἑαυτῷ προσεπινοήσῃ τὴν μέθεξιν, ἵνα τῆς οἰκονομίας ὡς πιστὸς τρανώσῃ τὸ κήρυγμα, ἵνα χειρὶ καὶ γλώττῃ τοῖς ἀποῦσιν διαγγείλῃ τὸ θαῦμα, ἵνα τὸ παροφθὲν τοῖς μαθηταῖς ἀναπληρώσῃ τῷ πράγματι, μόνον οὐ ταῦτα τοῖς ἀποστόλοις βοῶν· «Τί μοι νῦν ὡς πλεονεκτοῦντες διάκεισθε; Τί ὡς ῥᾳθύμῳ τοῖς ῥήμασιν ἐπεμβαίνετε· Ἑωράκαμεν τὸν Κύριον; Μὴ καί, ὡς δεῖ, πρὸς πίστιν ἐψηλαφήσατε; Μὴ τῇ ἁφῇ τὸν παιδευτὴν ἠγκαλίσασθε; Ἀρκεῖ τοῖς ἀπίστοις ἡ ὄψις πρὸς ἔλεγχον; Οὐ πρὸς μαρτυρίαν ὑμῖν ὁ δεσπότης ἐπέλαμψεν; Οὐ τῆς ἀναστάσεως ὑμῖν ἐβουλήθη βεβαιῶσαι τὸ θαῦμα; Οὐ τοῦ σώματος ὑμῖν ἧκεν παραστῆσαι τὴν ἔγερσιν; Οὐχ ὡς συνηγόροις ὑμῖν αὐτοῦ τὴν σάρκα πρὸς διδασκαλίαν ὑπέδειξεν; Τί οὖν ἐφ’ ὅπερ ἦλθεν οὐ διεπράξασθε; Τί μὴ τῇ ἁφῇ τῆς δικαιολογίας ἑαυτοῖς τὰς ἀφορμὰς ἐφυλάξατε;

Οὐκ ἴστε πόσοι τῇ ἀναστάσει προσμάχονται; Πόσοι τῆς ἡμετέρας φύσεως ἀπιστοῦσιν τὴν ἔγερσιν; Τί μὴ τῇ ἀπαρχῇ τῆς πίστεως τὴν κρηπῖδα κατεδέξασθε; Μέχρι τοῦ σταυροῦ πολλοὶ τῆς αὐτοῦ σαρκὸς ἡμῖν μαρτυροῦσιν τὴν ἔνδειξιν· καὶ γὰρ καὶ λεπροῖς χεῖρας ἐπέθηκεν καὶ πτύσας τυφλοῖς ἐθεράπευσεν καὶ τελώναις πρὸς ἑστίασιν συνανέκειτο καὶ πόρνη τῇ ἁφῇ τοὺς πόδας ἐγνώρισεν, ἀλλὰ τῶν μετὰ τάφον δεῖ τινος ἡμῖν πρὸς ἀπόδειξιν. Τίς μετὰ τὴν ἔγερσιν τοῦ σώματος ἡμῖν ἀποδείξει τὸ γνώρισμα;

Οἱ πρῶτοι πρὸς τάφον ὁρμήσαντες; Ἀλλ’ οὐχ εὗραν τὸν Κύριον. Ἡ μετὰ τὴν ἀνάστασιν αὐτῷ προσελθοῦσα Μαρία; Ἀλλ’ ἤκουσεν· Μή μου ἅπτου. Ἡμᾶς τοίνυν δεῖ ταύτην ἑαυτοῖς περιποιῆσαι τὴν πίστιν τοὺς τῆς οἰκουμένης πιστευθέντας τὸ κήρυγμα. Πῶς τὸν υἱὸν μετὰ τὴν ἀνάστασιν καταγγείλωμεν;

Πότερον μετὰ σώματος ἢ ἐκτὸς σώματος; Μεθ’ ἧς ἀνειλήφει μορφῆς ἢ μόνην τῆς αὐτοῦ θεότητος τὴν φύσιν γνωρίζοντες; Διὰ τοῦτο τὸ παροφθὲν ἀναπληρώσω τοῖς πράγμασιν. Ἐὰν μὴ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Ἐὰν μὴ τὸ πλέον ἐμαυτῷ διανύσω πρὸς μέθεξιν, οὐκ ἀφίσταμαι. Ἐὰν μὴ τὸ στερρὸν ἐμαυτῷ περιποιήσω πρὸς διδασκαλίαν, οὐ παύσομαι. Ἐὰν μὴ τοῖς ἔργοις ἐμαυτὸν ἐφοδιάσω πρὸς πίστιν, οὐ στήσομαι. Δεῖ με πᾶσιν τῇ ἁφῇ βεβαιῶσαι τὸ κήρυγμα, μή μοι τῶν ἀπίστων ἀντιπνεύσωσιν φλυαρίαι, μὴ εἴπωσιν· “Οὐκ ἐγήγερται, μέχρι σχήματος ἁπλῶς ἐτύγχανεν τὸ φαινόμενον, τῷ τάφῳ τὸ σῶμα κατέλιπεν, μέχρι τοῦ σταυροῦ τῆς σαρκὸς ὁ δεσπότης ἠνέσχετο.” Διὰ τοῦτο προσκαρτερῶ, διὰ τοῦτο μέχρι θέας ἐμαυτὸν τῷ ὑπερῴῳ καταδεσμῶ· ἂν μὴ πληρώσω τὸν πόθον, οὐκ ἔξειμι.» Εἶδεν ὡς παρὼν τὸν στρατιώτην ὁ Κύριος, εἶδεν ὡς παρὼν τὸν εὐγνώμονα, εἶδεν τῆς εὐνοίας τὸ γνήσιον, εἶδεν τοῦ ζήλου τὴν πύρωσιν, πῶς ὑπὲρ πίστεως ἠγωνίζετο, πῶς ὑπὲρ τῆς ἀναστάσεως προσεμάχετο, πῶς ὑπὲρ τοῦ κηρύγματος ἔκαμνεν. Καὶ ὡς στρατηγὸς τὸν πόθον ἐπλήρωσεν· ὁπλίζων οἷς ἔπραττεν, οἷς παρεῖχεν ἀσφαλιζόμενος, δεικνὺς τὰ πρὸς νίκην τῷ σώφρονι, κατ’ ἐχθρῶν αὐτῷ περιποιῶν τὸ δικαίωμα. Μεθ’ ἡμέρας γάρ, φησίν, ὀκτὼ ἦσαν οἱ μαθηταὶ καὶ Θωμᾶς μετ’ αὐτῶν.

Οὐδὲ γὰρ ὡς ἀσθενήσας ἐνάρκησεν, οὐχ ὡς ἀπιστήσας διέπτυσεν, ὡς πιστεύων ἀνέμενεν, ὡς διψῶν ἐκαρτέρησεν, μόνον οὐ ταύτην ἀεὶ δι’ εὐχῆς προσάγων τὴν δέησιν· «Πλήρωσον ὡς ἀγαθός μοι τὴν αἴτησιν, ὡς εὔνους με τῆς ἐλπίδος ἀξίωσον. Ἴδω τῆς ἐμῆς φύσεως ἐν σοὶ τὰ γνωρίσματα, ἴδω τῆς ἐμῆς ἀπαρχῆς τὴν βεβαίωσιν. Τοῖς κατ’ ἐχθρῶν ἐλέγχοις τὸν μαθητὴν ἐφοδίασον.